ἐν δὲ τούτῳ ὁ Δικαιόπολις μετὰ λῃστῶν οἰκεῖ. ἐν γὰρ τοῖς ὄρεσιν οὐ μακρὰν ἀπὸ τῆς πολέως τῆς Ἀντιοχείας οἰκοῦντες οἱ λῃσταὶ πολλάκις ἐκ τούτων τῶν ὀρῶν προσβάλλουσι τοῖς πορευομένοις κατὰ τοὺς ὁδοὺς. ὅταν προσβάλλωσι τούτοις οἳ ἐν ὁδῷ τινι βαίνουσιν, οἱ λῃσταὶ ταχέως προστρέχουσι πρὸς τοὺς ἀνθρώπους. ὁ μὲν τῶν λῃστῶν αἰτεῖ ἀγρίως λέγων «δότε τὸ ἀργύριον ἡμῖν. ἐὰν μὴ δῶτε, ἀποκτενοῦμεν ὑμᾶς.» οὕτως οἱ λῃσταὶ ἀπειλοῦσιν. οἱ δὲ λῃσταὶ ἄλλοι μαχαίρας ἐπισείουσιν.
εἰ οὖν οἱ ἄνθρωποι, φοβούμενοι, παραδιδόασιν αὐτῶν τὸ ἀργύριον, οἱ λῃσταὶ ἐάουσιν αὐτοὺς ἀσφαλῶς ἀπερχέσθαι. ὅτι οἱ λῃσταὶ οὐκ ἐθέλουσιν μαχέσθαι (οὐδαμῶς. εἰ ἤθελον μαχέσθαι, στρατιῶται ἂν ἦσαν). εἰ δὲ οἱ ἄνρθωποι οὐκ ἐθέλουσιν τὰ χρήματα αὐτῶν παραδιδόναι, οἱ δὲ λῃσταὶ ὀργιζόμενοι τὸν μέγιστον ἄνδρα ἀποκτείνουσιν. οὕτως φοβοῦσιν τοὺς ἄλλους. εἰ οἱ ἀλλοὶ ἄρχονται μαχέσθαι, καὶ οἱ λῃσταὶ μάχονται, μὴ ἀποθνήσκωσιν αὐτοί.
πολλοὺς μηνὰς ὁ Δικαιόπολις ἢδη μετὰ τῶν λῃστῶν οἰκεῖ. ἡμέρᾳ δέ τινι οἱ λῃσταὶ καὶ ὁ Δικαιόπολις ἀνὰ τὴν ὁδὸν βαδίζουσιν ζητοῦντες ἀνθρώπους πλουσίους. ὁρῶσιν οὖν δύο ἀνδρὰς οἳ ἔρχονται πρὸς αὐτοὺς ἐπὶ τῆς ὁδοῦ. ὁ μὲν Δικαιόπολις προστρέχει καὶ λέγει «στῆτε, ὤνδρες. δότε ἡμῖν τὸ ἀργύριον.» οἱ δὲ φίλοι τοῦ Δικαιοπολέως τὰς μαχαίρας ἐπισείουσιν βοῶντες. ὁ δὲ ἀνὴρ ἕστηκεν φοβοῦμενος, ὁ δὲ ἄλλος οὐ φοβεῖται ἀλλὰ ὀργίζεται καὶ τὴν μάχαιραν ἑαυτοῦ ἐπισείει ἐν τῇ χείρι.
ἔπειτα αὐτὸς ὁ Δικαιόπολις μάχαιραν ἐπισείει καὶ βοᾷ, «ἐὰν μὴ ἀργύριον δῷς μοι, ἀποκτενῶ σε.» ὁ μὲν φοβοῦμενος φεύγει ἀποτρέχων, ὁ δὲ μὴ φοβοῦμενος λῃστῇ προσβάλλει καὶ μαχέσθαι ἄρχεται. ἀγρίως καταφέρει τὴν μάχαιραν τῇ ληστῇ. ὁ δὲ ληστῇς πίπτει ἐπὶ τὴν γῆν, τοῦ αἵματος αὐτοῦ ἐκροῦντος χαμαί. τὸ τοῦ νεκροῦ σῶμα ψυχρὸν γίγνεται.
τὰ γενόμενα ὁρῶντες, ὁ Δικαιόπολις καὶ ὁ λῃστὴς ὁ ἄλλος μαλὰ φοβοῦνται. ὁ μὲν ἄλλος ὁρμᾶται ἐπὶ τῷ πλουσίῳ τῷ ἀνδρί, ὁ δὲ Δικαιόπολις τὴν μάχην βλέπει οὐδὲν ποιῶν. οἱ δύο ἀγρίως μάχονται, καταφέροντες τὰς μαχαίρας ἐπὶ ἀλλήλοις. πολὺ τοῦ αἵματος ἐκρεῖ ἐκ τῶν ἀμφοτεροῖν. τέλος δὲ ὁ πλουσίος ἀποθνῄσκει. ὁ λῃστὴς σχέδον ἅμα τούτῳ ἀποθνῄσκει αὐτὸς.
νῦν δὲ τρεῖς τεθνήκοτες χαμαὶ κεῖνται, δύο φίλοι τοῦ Δικαιοπολέως, καὶ εἷς ἄλλος. σφόδρα φοβεῖται ὁ Δικαιόπολις. τὰ χρήματα ἀμφοτέρων λάβων, εἰς τὰ ὄρη φεύγει. τί νῦν ποιήσει ὁ Δικαιόπολις;