κεφάλαιον τὸ ὄγδοον καὶ δέκατον

I

μετὰ ὀλίγας ἡμέρας, ὁ Μακάριος ὁ μοναχός οὐ κακῶς ἔχει, ἀλλὰ πάλιν εὖ ἔχει. ἐν γὰρ τῷ μοναστηρίῳ καλῶς καθεύδειν ἐδύνατο πολὺν ἤδη χρόνον. νῦν δὲ ὑγιαίνει καὶ ἐθέλει ἐργάζεσθαι. τί ἐστι τὸ ἔργον ἢ ἡ τέχνη τοῦ Μακαρίου; γραμματεὺς ὁ Μακάριος. τί ποιεῖ γραμματεύς; γραμματεὺς γράφει πολλὰ καὶ ἄλλα. γραμματεύς ἐστιν ἄνθρωπος ὃς ἢ ἀνθρώπου ἄλλου ἀναγιγνώσκοντος ἀκούσας γράφει, ἢ βιβλίον τι αὐτὸς ἀναγνοῦς γράφει ἐν βιβλίῳ τινί.

ὣς εἰργάζετο ἐν τῇ Ἀλεξανδρίᾳ, καὶ οὕτως ἐργάζεσθαι βούλεται ἐτὶ καὶ νῦν ἐν τῇ Ἀντιοχείᾳ. ὁ οὖν Μακάριος μετὰ τοῦ Νικάνορος διαλέγεται περὶ τούτου, ἐρωτῶν ἢ δυνήσεται γραμματεύειν ἢ οὔ. ὁ δὲ Νικάνωρ σιγήσας χρόνον οὐκ ὀλίγον ἀποκρίνεται λέγων, «ναὶ, δύνασαι. ἔξεστίν σοι γραμματεύειν ἐνθάδε».

ἐκ οῦν τούτου τοῦ χρόνου ὁ Μακάριος ἄρχεται πονῶν ἐν τῇ βιβλιοθήκῃ. ἐν τῷ γὰρ μοναστηρίῳ ἦν βιβλιοθήκη μῑκρά, ἐν ᾗ πολλὰ βιβλία ἔχουσιν οἱ μοναχοί. πολλοὶ δὲ τῶν μοναχῶν οὐ καλῶς δύνανται ἀναγνῶναι. ἐθέλει οὖν ὁ Νικάνωρ οὐ μόνον τὸν Μακάριον ἀναγνῶναί τε καὶ ἀπογράψαι ταῦτα τὰ βιβλία, ἀλλὰ καὶ τοῖς ἄλλοις διδάσκειν ἀναγιγνσώκειν.

II

ποῖά ἐστι τὰ βιβλία ἃ ὁ Μακάριος ἀπογράφει; ποικίλα ἐστίν, ἐν οἷς ἐστιν βιβλία τὰ ἅγια, βιβλία περὶ τῶν γραφῶν, τὰ ἔπη τοῦ Ὁμήρου, τὰ ποιήματα τῶν ἄλλων ποιητῶν, οἵον Ἡσίοδος, Καλλίμαχος, Πίνδαρος. ἔστιν ἐν τῇ βιβλιοθήκη καὶ βιβλία γεγράμμενα τοῖς ἐπισκόποις τῆς ἐκκλησίας. πάντα ταῦτα ὁ Μακάριος ἀπογράφει.

πῶς ἀπογράφει; τὸ πρῶτον εὑρίσκει οὗτος τὸ βιβλίον ὃ σήμερον δεῖ αὐτὸν ἀπογράφειν. τὸ δεύτερον βιβλίον νέον παρασκευάζει. τὸ τρίτον ἀκριβῶς ἀναγνοὺς τοὺς λόγους ἐν τῷ πρώτῳ, γράφει τοὺς αὐτοὺς λόγους ἐν τῷ δευτέρῳ βιβλίῳ. καὶ δὴ καὶ ἐπιμελῶς τὸ πρότερον σκοπῶν, πάλιν ἀναγιγνσώσκει τὸ δεύτερον καὶ, εἰ δεῖ, εὐθύνει αὐτό.

III

σήμερον ὁ Μακάριος βιβλίον γεγράμμενον τῷ Ὠριγένει τῆς Ἀλεξανδρίας ἀπογράφειν ἐθέλει. τί ἐστι τὸ ὄνομα τούτου τοῦ βιβλίου; ὀνομάζεται Κατὰ Κέλσου. περὶ τίνος ἐστι Κατὰ Κέλσου; ἀπολογία ἐστὶν ἐν ᾗ ὁ Ὠριγένης ἀποκρίνεται τοὺς λόγους τοῦ Κέλσου περὶ τῶν διδαγμάτων τῶν Χριστιᾱνῶν.

ἀλλὰ τὰ βιβλία τοῦ Ὠριγένους οὐκ ἀρέσκει τῷ Νικάνορι. ἐκεῖνος γὰρ νομίζει τὸν Ὠριγένεα οὐκ ὀρθῶς διδάσκειν περὶ τῆς θεολογίας. οὐκ οἶδεν ὁ Νικάνωρ ὅτι τὰ τοῦ Ὠριγένους ἐστὶν ἐν τῇ βιβλιοθήκῃ τοῦ μοναστηρίου. ὁ δὲ Μακάριος οἶδεν. φιλεῖ γὰρ τὰ τοῦ Ὠριγένους ἔργα καὶ σφόδρα αὐτοῖς σπουδάζει. ἐθέλει οὖν αὐτὰ ἀπογράφειν ἵνα πολλοὶ γιγνώσκωσιν.

IV

ἡλίου ἀνατείλαντος, ὁ Μακάριος εἰσέλθων εἰς τὴν βιβλιοθήκην ζητεῖ τὸ βιβλίον ἐν ᾧ ἀπέγραφεν. ἀλλὰ ποῦ ἐστιν αὐτό; οὐκ ἔστιν ἐν τῷ τόπῳ, ἐν ᾧ ἐχθὲς ἔθηκεν αὐτὸ. ἀλλὰ πάπῡρός τις ἔνεστιν ἀντὶ τοῦ βιβλίου. λάβων ταύτην ἀναγιγνώσκειν ἄρχεται: «οἶδα ὃ τι ποιεῖς ἐνθάδε, Αἰγυππτίε. μὴ νομίσῃ ἡμᾶς ψευδέσθαι. σὲ σποκῶ.»

φὸβος οὖν μέγας κατέχει τὸν Μακάριον. ἆρά ἐστιν καὶ ἐνθάδε ἐχθροὶ οἳ αὐτὸν ἀποκτείνειν βούλονται; μὴ γένοιτο!