κεφάλαιον τὸ ἕβδομον καὶ δέκατον

I

σήμερον ὁ Δημήτριος πρὸς τῷ τοῦ Λιβανίου διδασκαλείῳ ἐστίν. χαίρων προσῆλθεν οὗτος, καὶ ἔτι νῦν χαίρων καθίζεται ἀκούων τοῦ διδασκάλου λέγοντος. τί λέγει ὁ διδάσκαλος; ὁ διδάσκαλος περὶ τῶν νόμων τοῦ διδασκαλείου τε καὶ τῶν ἔθων. νόμος ἐστι ὡς πρέπει ἀνθρώποις πράσσειν ἀλλήλοις. καὶ ὁ νόμος τοῦ διδασκαλείου ἐστιν ὡς δεῖ τοὺς μαθητὰς πράσσειν. ὁ οὖν διδάσκαλος ἐξηγεῖται πῶς δεῖ πράσσειν τοὺς μαθητάς·

«ὑμεῖς ἐστὲ μαθηταὶ ἐν τῷ διδασκαλείῳ τοῦ Λιβανίου. διὰ τοῦτο, ὁπῶς ὑμεῖς πράσσετε, οὕτως οἱ ἔξω νομίζουσιν περὶ τοῦ διδακσαλείου, καὶ ἔτι περὶ τοῦ Λιβανίου. δεῖ οὖν ὑμᾶς ἀεὶ καλῶς καὶ ἀγαθῶς ποιεῖν, ἢ ἐν τῷ διδασκαλείῳ, ἢ ἔξω τοῦ διδασκαλείου. πρὸς τούτοις, ἀεὶ τοὺς διδασκάλους τιμᾶτε, τῶν τε λόγων αὐτῶν ἀκούετε, καὶ ἔτι ὑπακούετε. οὕτως ποιούμενοι, δόξαν ἀγαθὴν φέρετε πρὸς ἡμᾶς, καὶ δοκιμοὶ καὶ ἀγαθοὶ ἐστὲ ὑμεῖς.»

II

μετὰ δὲ ταῦτα οἱ νεοὶ μαθηταὶ πολλὰ διδάγματα ἀκούουσιν. ὁ μὲν διδάσκαλος ἀναγιγνώσκει, οἱ δὲ μαθηταὶ ἀκούουσιν, καὶ γράφουσιν. μετὰ δύο ἢ τρεῖς ὥρας, παύσονται ἀκούοντες καὶ ὀλίγον ἐσθίουσιν. τούτῳ οὖν χρόνῳ ὁ Δημήτριος ὀλίγον λαλεῖ σὺν τοῖς ἄλλοις μαθηταῖς αὐτοῦ. τὸ ὄνομά τινι ἐστιν Βασίλειος. ἀπὸ τῆς πολέως τῆς Καισαρείας ἦλθεν ὁ Βασίλειος. οἱ γονεῖς αὐτοῦ ἔπεμψαν αὐτὸν εἰς τὴν Ἀντιοχείαν ἵνα μετὰ τοῦ Λιβανίου μαθῇ. καὶ δὴ καὶ ὁ Βασίλειος αὐτὸς τῇ ῥητορικῇ σφόδρα σπουδάζει (τὴν ῥητορικὴν τέχνην φιλεῖ καὶ ἐθέλει μανθάνειν).

III

Δημ· σὺ οὖν ἐθέλεις ῥῆτωρ γενέσθαι, ὦ Βασίλειε;

Βας· οὐδαμῶς. βούλομαι μᾶλλον τὰ ἅγια βιβλία ἀναγνῶναι καὶ τοῖς περὶ θεοῦ σπουδάζειν.

Δημ· διὰ τί οὖν τὴν ῥητορικὴν μανθάνεις;

Βας· οἱ γονεῖς μου ἀρνοῦνται. βούλονταί με τὰ πράγματα πράσσειν. καὶ γέγραπται τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. τούτου χάριν τῇ ῥητορικῇ σπουδάζω.

Δημ· ποῦ γέγραπται ἐκεῖνος ὁ λόγος; οὐκ ἔστιν ἐκ τῶν τοῦ Ὁμήρου ἢ τοῦ Ἡσιόδου.

Βας· οὐχί, οὐκ ἔστιν. ἀλλὰ ἐν ταῖς γράφαις τοῦ Μωσέως. οὕτως κελεύει ὁ θεὸς τοῖς Ἰουδαίους, καὶ ἔτι νῦν δεῖ ἡμᾶς τοῦτον τὸν νόμον τηρεῖν.

Δημ· ἀλλὰ τίς ἐστιν οὗτος ὁ θεός; ὁ θεός τῶν Ἰουδαίων; ἆρα σὺ εἶ Ἰουδαῖος;

Βας· οὐκ Ἰουδαῖός εἰμι, ἀλλὰ Χριστιᾱνός. οὐ γιγνώσκεις περὶ τοῦ κύριου ἡμῶν Ἰησοῦ Χριστοῦ;

Δημ· ὁ πατήρ μου οὐ φιλεῖ τοὺς Χριστιᾱνούς. ἐγὼ οὖν ὀλίγον ἤκουσα, ἀλλὰ οὐκ ἀκριβῶς οἶδα περὶ τούτου. τίς ἐστιν οὗτος ὁ Ἰησοῦς;

Βας· θαυμάζω σὲ οὐκ εἰδότα. ὁ υἱὸς τοῦ θεοῦ ἐστιν ὁ Ἰησοῦς. ἐν τῇ Ἰουδαίᾳ ἐβιοῦν, οὐδέποτε ἁμαρτίαν ποιῶν πάντα τὸν βίον αὐτοῦ. ἀλλὰ ἐν τῷ τελεῖ ἀπέθανεν ἐπὶ σταυροῦ ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν. τῇ δὲ τρίτῃ ἡμέρᾳ ἐγείρθη ζῶν, καὶ ἔτι νῦν ζώει καὶ ἔστιν. ἀλλὰ δεῖ ἡμᾶς πάλιν διαλέγεσθαι περὶ τούτου ὕστερον, νῦν δὲ ἐπανίεναι πρὸς διδάγματα ἡμῶν.

IV

μετὰ δὲ διδάγματα ὁ Δημήτριος καὶ ὁ Ἡρακλείδης διαλέγονται πορεύθεντες οἴκαδε. ὁ Δημήτριος ἐρωτᾷ τὸν δοῦλον πότερον οἶδεν περὶ τῶν διδαγμάτων τῶν Χριστιᾱνῶν ἢ οὔ. ὁ δὲ δοῦλος λέγει ὅτι οἶδεν αὐτὸς περὶ τούτων.

ὁ δὲ Δημήτριος εἶπεν, «πῶς σύ, δοῦλος ὤν, περὶ Χριστοῦ ἔμαθες;» «σχεδὸν παντὲς ἐν τῇ Ἀντιοχείᾳ ἐμάθομεν περὶ τοῦ Χριστοῦ, ὦ παῖ. ἆρα σὺ οὕτως ἀμαθὴς; τοῦτό ἐστι τὸ θαυμαστόν. δοῦλος μὲν ἐγώ, ἀμαθὴς δὲ οὔ.»

τούτων τῶν λόγων ἀκούσας ὁ Δημήτριος ὀργιζόμενος σιγᾷ, ἀλλὰ πολὺ φροντίζει.