κεφάλαιον τὸ ἕκτον καὶ δέκατον

Ι

τοῦ οὖν Ἀλεξίου ἀπέλθοντος, ἐν τῇ οἰκίᾳ αἱ τρεῖς γυναῖκες διαλέγονται. Σοφ· ἀλλὰ διὰ τί μόνον οἱ παῖδες μανθάνουσιν ἐν διδασκαλείῳ, ὦ μῆτερ; Ευγ· οὐ πρέπει γὰρ ταῖς γυναίξιν ἔξω τοῦ οἴκου μανθάνειν. τὸ τῶν γυναικῶν ἔργον ἔσω ἐστίν. Ειρ· σὺ δὲ ἔμαθες τὰ γράμματα, οὐ γάρ; Ευγ· ναί, οὕτως ἐστίν ὣς εἴπες. πλὴν ἀλλὰ οὐκ ἐν διδασκαλείῳ ἔμαθον, ἀλλὰ ἐν τῇ οἰκίᾳ. Σοφ· ἔπειτα τίς ἐδίδασκε σε; διδάσκαλός τίς σε ἐδίδαξεν; Ευγ· τὸ πρῶτον οὐκ ἦν διδάσκαλος. ὁ πατήρ μου ἡμᾶς ἐδίδασκεν. Ειρ· εἶπες τὸ πρῶτον. ἀλλά γε εἴτα, ἦν διδάσκαλος ἄλλος; Ευγ· οὕτως ἦν. διδάσκαλος ἕτερος ἐμὲ ἐδίδασκεν, ἀλλὰ οὐκ ἐν διδασκαλείῳ, ἐτὶ οἴκοι ἐπαίδευέ με. Σοφ· ἆρα μὴ τοῦτο πρέπει; λέγω, ἡμῖν πρέπει οὕτωσι παιδεύεσθαι ὥσπερ σύ; Ειρ· καὶ ἔγωγε μανθάνειν βούλομαι. Σοφ· βουλόμεθα μανθάνειν, μῆτερ. βούλῃ διδάσκαλον ἡμῖν εὑρεῖν; Ευγ· ἐθέλω γε, ἀλλὰ πρέπει μοι ἐρωτᾶν τὸν πατέρα σου.

ΙΙ

ταῦτα εἴπουσα, ἡ Εὐγενία μένει τὸν Γρηγόριον, ὃς ἐν τῷ ἄστει πράγματα ἔπρασσεν. μετὰ χρόνον οὐ πολὺν ὁ Γρηγόριος ἐπανήλθεν. «ἐθέλεις, ὦ Γρηγόριε» ἔφη Εὐγενία «τὰς θυγατέρας ἡμῶν παιδεύεσθαι;» ὁ δὲ Γρηγόριος «ἵνα τί θυγατέρες μανθάνουσιν τὰ γράμματα; οὐ χρείαν ἔχουσιν τοιαῦτα μανθάνειν. πρέπει μᾶλλον τὰ τῆς οἰκίας μανθάνειν αὐταῖς, ὡς νομίζω. τί δὲ σύ λέγειν βούλῃ. φανερόν ἐστιν ὅτι μέλλεις τι λέξειν.»

ἡ δὲ εἶπεν «πεπαιδευμένη εἰμί, ὡς οἶδας, οὐ μόνον τὰ γράμματα ἀλλὰ καὶ τὰ τῶν φιλοσόφων βιβλία ἀνέγνωκα. οὐδέν τι κακόν ἦν. καὶ δὴ καὶ ἐμοὶ συμφέρει. οὐ βοηθῶ ἐν τοῖς ἔργοις σοι;»

ἀπέκριθη ἐκεῖνος «ναί, βοηθεῖς μοι. οὐ δύναμαι τοῦτο ἀρνεῖσθαι. ἀλλὰ τόδε λέγειν βούλομαι· οὐδαμῶς πρέπει ταῖς θυγάτρασίν μου διδάσκεσθαι ἐν διδασκαλείῳ. δεῖ αὐτὰς οἴκοι μανθάνειν.» «μάλιστά γε, φίλε. οὐδὲ καὶ ἐμοὶ δοκεῖ ὀρθῶς τὰς γυναῖκας ἔξω τοῦ οἴκου μανθάνειν. δηλαδή, δεῖ ἡμᾶς διδάσκαλον εὕρειν.»

«τὰ ἀληθῆ λέγεις, φίλη. ἀλλὰ ποῦ δυνάμεθα καλὸν διδάσκαλον εὕρειν;»

«τί μὴ ἐρωτᾷς τὸν Λιβάνιον. ἴσως ὑποδιδάσκαλός αὐτῷ ἐστιν, καὶ δύναται ἐκεῖνος καθ’ ἡμέραν ὧδε ἐλθὼν διδάσκειν τὰς θυγατέρας ἡμῶν.»

«ναί, καλόν μοι δοκεῖ οὕτως πράσσειν.»

ΙΙΙ

μετὰ δὲ ταῦτα ἡ Εὐγενία εἰς τὴν αὐλὴν ἐπανέλθουσα τοῦτο ἀγγέλλει ταῖς κόραις. αἱ δὲ ἀκούσασαι χαίρουσι καὶ εὐχαρίστουσι τῇ μητρί. ἡ Εἰρήνη τότε ἐρωτᾷ αὐτὴν λέγουσα, «ἀλλὰ τίς διδάξει ἡμᾶς;»

ἡ δὲ Εὐγενία ἀποκρίνεται «οὐκ οἶδα ἐγώ. ὁ δὲ πατήρ σου νῦν διδάσκαλον ζητεῖ. δι’ ὀλίγου, ἀσφαλῶς ἔχω, διδάσκαλόν τινα εὑρήσει καλόν.»

τοῦτο οὖν ἡ Σοφία ἀκούσασα χαίρει καὶ τὴν μητέρα περιπλέκεται. «πρέπει οὖν ἡμῖν παρασκευάζεσθαι» φήσιν «δεῖ γὰρ οἰκήμα τι, στύλους, βιβλία, καὶ τὰ λοίπα εὕρειν.»

IV

τῇ οὖν ὑστεραῖᾳ ὁ Γρηγόριος πρὸς τὸ διδασκαλεῖον τοῦ Λιβανίου ἔρχεται πρὸ τῶν διδαγμάτων. ὁ δὲ Λιβάνιος ὁρᾷ αὐτὸν ἐρχόμενον καὶ ἐγείρθη. ἑστηκὼς ὁ Λιβάνιος χαίρειν κελεύει τὸν Γρηγόριον προσχωροῦντα.

«πόθεν καὶ ποῖ, ὦ φίλε;» ἔφη ὁ Λιβάνιος. «ἀπὸ τῆς οἰκίας μου» ὁ Γρηγόριος ἔφη «ἦλθον ἄρτι, καὶ ὧδε ἥκω ὅ τι ἐρωτᾶν βουλόμενος. ἆρα σχολάζεις;»

Λιβ· «ναί, σχολάζω. οὐκ ἔχω ὅ τι νῦν δεῖ με πράττειν. τί οὖν βούλῃ;» Γρη· «βούλομαι διδάσκαλον μισθοῦσθαι, ὃς τὰς θυγατέρας δύναται διδάσκειν. οὐ πρέπει αὐταῖς καθ’ ἡμέραν ἔρχεσθαι εἰς τὸ διδασκαλεῖον, ἐξ οὗ δεῖ διδάσκαλον πρὸς τῇ οἰκίᾳ μου διδάσκειν.» Λιβ· «καλῶς, συνίημι. καὶ δὴ καὶ ἔστι διδάσκαλος καλὸς καὶ γνώριμός μοι. αὐτὸν οὖν πολλὰ ἔτη γιγνώσκω. οὐκ οἰκεῖ μακρὰν ἀπὸ τῆς οἰκίας σου. ἐθέλεις με αὐτὸν πρὸς σε πέψαι;» Γρη· «εἰ καλόν σοι δοκεῖ, καὶ ἐμοί. τῇ πρώτῃ τῇ ἡμέρᾳ πρὸς ἡμᾶς πέμψον, ἀξιῶ.» Λιβ· «οὗτως ἔσται. Νυμφιδιανὸν πέμψω.»