σήμερον ὀ Ἀλέξιος πρὸς τὰς Ἀθῆνας πορεύεται. οὐπω ἐν τῇ ὁδῷ ἐστιν, ἀλλὰ ἐν τῇ οἰκίᾳ. πάντες συλλέγονται ἐν τῇ αὐλῇ. τίνες εἰσίν; οἱ παῖδες καὶ οἱ γονεῖς ἐνθάδε εἰσίν· οἱ μὲν δύο ἀδελφοὶ, αἱ δὲ ἀδελφαὶ αἱ δύο, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ. οὐ δοῦλοι πάρεισιν; δοῦλοι πάρεισιν, οὐ πολλοί. ἐν νῷ ἔχει ὁ Ἀλέξιος οἴκοθεν ἐξέρχεσθαι σήμερον, πρωΐ, εἰ δυνατόν ἐστιν. μέλλει οὖν Ἀλέξιος ὁρμᾶσθαι, ἀλλὰ οὐ δύναται. διὰ τί; πρῶτον δεῖ αὐτὸν ὑγιαίνειν λέγειν τῇ οἰκίᾳ αὐτοῦ.
ὁ οὖν Ἀλέξιος περιπλέκεται τῇ Σοφίᾳ. ἔπειτα οὗτὸς καὶ ἡ Εἰρήνη περιπλέκονται. τέλος δὲ τὸν ἀδελφὸν τὸν Δημήτριον φιλεῖ καὶ περιπλέκεται, λέγων, «καλὸς ἴσθι, ὤδελφε, καὶ τοῖς γονεῦσι πείθου.»
τί περὶ τῶν γονεύων; οὗτοι μέλλουσιν τῷ υἱῷ ἀκολουθεῖν πρὸς τὸν λιμένα. τί ἐστιν ὁ λιμήν; ἔστι τόπος τις εἰς ὃν ναῦς ἀφικνοῦνται καὶ ἐξ οὗ ἐκπλέουσιν. οὐκ ἔστιν λιμὴν ἐν τῇ Ἀντιοχείᾳ, ὅτι ἡ Ἀντιόχεια οὐ πρὸς τῇ θαλάσσῃ ἀλλὰ ἱκανῶς μακρὰν ἀπὸ τῆς θαλάσσης ἐστίν.
ποῦ οὖν ἡ λιμὴν τῆς Ἀντιοχείας; ἐν τῇ Σελευκείᾳ. τίς ἡ Σελεύκεια; πολλαὶ γὰρ εἰσιν αἱ Σελεύκειαι· ἡ Σελεύκεια ἡ ἐπὶ τῆς Τίγρητος, ἡ Σελεύκεια Πισιδίας, ἡ Σελεύκεια Ισαυρίας, καὶ ἡ Σελεύκεια ἐν Πιερίᾳ.
ἡ Σελεύκεια ἐν Πιερίᾳ ἐστι πόλις ἐγγὺς τῆς Ἀντιοχείας, πρὸς τῇ θαλάσσῃ, καὶ ἐπὶ τοῦ ποταμοῦ τοῦ Ὀρόντου. πλοῖα οὖν ἀπὸ τῆς Ἀντιοχείας εἰς τὴν Σελεύκιαν διὰ τοῦ Ὀρόντου πλέουσιν, οὗ τὰ φορτία ἐκφέρουσιν τῶν πλοίων καὶ εἰς τὰς ναῦς τιθέᾱσιν. ἀπὸ τῆς Σελευκείας εἰς τὴν θάλασσαν ἐκπλέουσιν, πρὸς τὴν Ἰταλίαν, τὴν Αἴγυπτον, τὴν Λιβύην, τὴν Κόρινθον, καὶ ἄλλας πόλεις.
ὁ καιρός ἐστιν. ὁ Ἀλέξιος ἐκ τοῦ οἴκου ἐκβαίνει, τοῖς γονεύσιν ἀκολουθεῖ πρὸς τὸν λιμένα.
νῦν δὲ μεσημβρία ἐστίν, καὶ ὁ ἥλιος ἐν τῷ οὐρανῷ φαίνει. οἱ τρεῖς διὰ τὰς ὁδοὺς τῆς Ἀντιοχείας βαδίζουσιν, μετὰ ἀλλήλων διαλεγόμενοι. ὁ μὲν Ἀλέξιος λαλεῖ περὶ ὣν ἐν ταῖς Ἀθήναις πράξειν μέλλει, ἡ δὲ Εὐγενία περὶ ὣν μιμνήσκεται ἐν τῷ τοῦ Ἀλεξίου βιῷ, ὁ δὲ Γρηγόριος περὶ τὴν διαιτίαν ἣν δεῖ τῷ υἱῷ ἄγειν ἐν ταῖς Ἀθήναις.
καὶ δὴ καὶ δοῦλοι αὐτοῖς ἕπονται. οἱ δοῦλοι μετὰ ἀλλήλων διαλέγονται; μάλιστά γε, ἀλλὰ οὐ μεγάλῃ φωνῇ. περὶ τίνων λαλοῦσιν οἱ δοῦλοι; πολλὰ καὶ ἄλλα λέγουσιν. τὸ μέγιστόν ἐστι περὶ τοῦ τῶν δούλων βιοῦ. πρὸς τούτοις, περὶ τῶν δεσπότων διαλέγονται, ὅτι δοῦλοι πλεῖστα περὶ αὐτῶν ἴσασιν.
διὰ τί ἕπονται οἱ δοῦλοι τούτοις πρὸς τὸν λιμένα; ὅτι οἱ δεσπόται οὐκ ἐθέλουσιν τὰ σκεῦα ἑαύτων φέρειν. τὸ οὖν φέρειν ἐστὶν τοῖς δούλοις. οὕτως ἐστὶν ἡ διαιτία τῶν δούλων, οὐ γάρ; ὥς καλόν ἐστι δεσπότην εἶναι.
εἰς τὸν λιμένα ἀφίκοντο πάντες. πόσαι νῆές εἰσιν; πολλαί; πλεῖσταί εἰσιν αἱ νῆες. χαλεπὸν οὖν ἐστιν γιγνώσκειν ὅτινες εἰς τὰς Ἀθήνας μέλλουσιν πλεύσεσθαι, ὅτινες εἰς ἄλλους τοὺς τόπους. πῶς δυνατὸν ἔσται γιγνώσκειν; δεῖ αὐτοὺς ἐρωτᾶν καὶ πυνθάνεσθαι.
ὁ οὖν Γρηγόριος ἄνθρωπόν τινα ἐρωτᾷ, «ποῖ μέλλει ἐλεύσεσθαι αὕτη ἡ ναῦς;» τοῦτο ἀκούσας ὁ ναύτης ἀποκρίνεται «εἰς τὴν Αἴγυπτον, ὦ τᾶν»
ἐν δὲ τούτῳ ὁ Ἀλέξιος πρὸς ναύτην ἄλλον προσχωρεῖ, μέλλων ἐρωτήσειν ὅποι ἐλεύσεται ἡ ναῦς. ἐκεῖνος δὲ τρέπεται λέγων «τί ζητεῖς, ὧ παῖ;»
«ναῦν ζητῶ, ἣ εἰς τὰς Ἀθήνας ἐλεύσεται. σὺ ἐκεῖσε ἐλεύσῃ;» ἀποκρίνομενος ἐρωτᾷ ὁ Ἀλέξιος. εἶπεν οὖν ὁ ναύτης, «ναὶ πρὸς τὴν Ἀττικὴν ἐλεύσομαι, αὔριον δέ. αὕτη ἐστὶ ἡ ἐμὴ ναῦς, ὅτι οὐ μόνον ναύτης εἰμί, ἀλλὰ καὶ ναύκληρος. ἐθέλεις εἰς τὴν Ἀττικὴν ἐλεύσεσθαι;» «μάλιστά γε, κύριε! μαθητὴς ὢν πρὸς τὰς Ἀθήνας πορεύομαι ὅτι ἐν τοῖς ἐκεῖ διδασκαλείοις μανθάνειν βούλομαι. καὶ τὴν φιλοσοφίαν καὶ τὴν ῥητορικὴν μανθάνειν ἐν νῷ ἔχω, καὶ τὰ λοιπά…»
«καλῶς, ὦ παῖ» φησιν ὁ ναύκληρος, «ἀλλὰ, ἔχεις ἀργύριον τοῦ πλεῖν;»
τοῦ ναυκλήρου οὕτως λέγοντος, ὁ πατὴρ προσχωρήσας ὑπολαμβάνει λέγων, «ναί, ἀργύριον ἔχομεν.»
ἐν τῷ λιμένι ὁ πατὴρ καὶ ὁ ναύκληρος διαλέγονται. «ἐπὶ πόσῳ» φησὶν ὁ Γρηγόριος, «ὁ πλοῦς;» ὁ ναύκληρος· «ἑνὶ νομίσματι χρυσῷ» ὁ δὲ Γρηγόριος εἶπεν, «τί; τοσοῦτον αἰτεῖ; ἓξ τῶν ἀργύρων παρέχω» ὁ δὲ ναύκληρος ἀπεκρίθη «ἓξ μόνον! ἐννέα δεχέσθαι δύναμαι, οὖ ἦττον.» ὁ δὲ πατὴρ ὁμολογῶν ἐννέα ἄργυρα νομίσματα πάρεχει τῷ ναυκλήρῳ.
ἐν δὲ τούτῳ ὁ Ἀλέξιος τὰ φορτία ἢ τὰ σκεῦα αὐτοῦ εἰσφέρει εἰς τὴν ναῦν. μετὰ δὲ ταῦτα κελεύει χαίρειν τοῖς γονεῦσιν καὶ καθίζει ἐπὶ τῇ νηΐ. ποῦ ἐν τῇ νηῒ καθίζει; ἐπὶ τῷ καταστρώματι τῆς νεώς. πολλοὶ οἱ ναῦται περὶ αὐτὸν τρέχονται, βοῶντες καὶ διαλέγοντες μετὰ ἀλλήλων, ἀλλὰ οὐδεὶς μετὰ αὐτῷ διαλέγεται. πρὸς τὴν γῆν σκόπει θαυμάζων περὶ τοῦ βίου ἑαυτοῦ καὶ νομίζων περὶ τῶν μελλόντων.
δι’ ὀλίγου οἱ μὲν ναῦται λύουσιν, ἡ δὲ ναῦς ἐκ τοῦ λιμένος βραδέως πορεύεται. διὰ τὰ κύματα πλεῖ ἡ ναῦς πρὸς τὴν θάλασσαν, καὶ δὴ καὶ ἄνεμος ὄπισθεν πνεῖ. ἄνθρωπός τις, ναύτης ὤν, πρὸς τὸν Ἀλέξιον προσχωρήσας ἐρωτᾷ αὐτὸν λέγων «τίς εἶ, πόθεν καὶ ποῖ;» ἀποκρίνεται δὲ ὁ Ἀλέξιος «Ἀλέξιος τοῦ Γρηγορίου εἰμί, ἐκ τῆς Ἀντιοχείας ἥξω, νῦν δὲ Ἀθήναζε πλέω.» ναύτης «ἀναμφιβόλως, ὅτι πάντες ἡμεῖς εἰς τὰς Ἀθήνας πλέομεν. ἀλλὰ ἵνα τί; τί βουλόμενος Ἀθήναζε πορευῇ σύ;» «τὴν φιλοσοφίαν μανθάνειν βούλομαι. σπουδάζω φιλοσοφεῖν. ἆρα οἶδας τὰ τοῦ φιλοσόφων;» ὁ δὲ λέγει «παῖς ὢν τὰ Ὁμηρικὰ ἔμαθον, καὶ τοῦτο ἐμοῖ ἱκανόν. νῦν δὲ ἐπὶ τῇ θαλάσσῃ πονῶν ὀλίγον χρόνον τοῖς καὶ τῶν ποιητῶν καὶ τοῖς τῶν φιλοσόφων διατρίβω. ὁρᾶ μὴ λίαν χρόνον διατριβῇς, ὤγαθε.»
μετὰ τέσσαρες καὶ δέκα ἡμέρας εἰς τὸν Πειραιὸν ἀφικνοῦνται. ὁ πλοῦς ταχὺς ἦν καὶ ἡδύς, καὶ τῷ Ἀλεξίῳ ἤρεσεν, μᾶλλον δὲ ἀρέσκει αὐτῷ ἀφικνεῖσθαι εἰς τὰς Ἀθήνας. ἐκβαίνει ἐκ τῆς νεὼς ὡς τάχιστα, εἰς τὰς ὁδοῦς τρέχει καὶ κατὰ τὴν ὁδὸν τὴν πρὸς τὸ ἄστυ.
πρῶτον μὲν δεῖ αὐτὸν φίλον τινὰ τοῦ Λιβανίου εὑρεῖν. τοῦτον εὑρὼν, χαίρειν κελεύει, ἐκεῖνος δὲ δέχεται τὸν Ἀλέξιον ἀσμενῶς καὶ κελεύει αὐτὸν εἰσβαίνειν εἰς τὴν οἰκίαν αὐτοῦ τοῦ δειπνεῖν. τοῦτο ὁ Ἀλέξιος ἡδέως ποιεῖ. πολὺ οὖν διαλέγονται περὶ τοῦ Λιβανίου, καὶ περὶ τῶν γινομένων ἐν τῷ κόσμῳ, μάλιστα περὶ τῶν ἐν τῇ Ἀντιοχείᾳ. ἀλλὰ καὶ ὁ Ἀλέξιος σπουδάζει μαθεῖν περὶ τῶν Ἀθήνων, καὶ πολλάκις ἐρωτᾷ περὶ τούτου.
ὁ μὲν φίλος τοῦ Λιβανίου, ὀνόματι Νόστιμος οὐ μόνον περὶ τῆς Ἀντιοχείας λαλεῖ, ἀλλὰ καὶ περὶ τῶν γινομένων τῶν ἐν τῷ ἄστει. ὁ δὲ Ἀλέξιος σπουδάζων ἀκούει τὰ πάντα.