ἐν δὲ τούτῳ, ὁ Δημήτριος ἐν διδασκαλείῳ ἐστίν. τί διδασκαλεῖον; τὸ διδασκαλεῖον τοῦ Λιβανίου, φανερόν ἐστιν. ἀλλὰ ὁ Λιβάνιος αὐτός οὐ διδάσκει τὸν Δημήτριον. διὰ τί; ὅτι οὐκ τοσαῦτα ἔτη γεγονώς ἐστιν ὁ Δημήρτιος. οὗτος γὰρ ἐτὶ τὰ γράμματα μανθάνει, δι’ οὗ γραμματικός τις διδάσκει αὐτον. ὁ οὖν Δημήρτιος καθίζει μετὰ τῶν ἄλλων παίδων καὶ τὰ γράμματα μανθάνει. πῶς μανθάνουσιν οἱ μαθηταί; πάντες πίνακας ἔχουσιν, καὶ στύλους. ἐπὶ τοῦ πίνακος, ἢ περὶ τοῦ πίνακος, ἔστιν ἡ μάλθα. τί ἐστι μάλθα; αὕτη ἐστὶν ὅ τι μαλακόν καὶ ἐν ᾗ γράφειν δύνανται. τὸν στῦλον ἐπὶ τῇ μάλθῃ γράφουσιν, ἢ ἕλκουσιν. οὕτως γράμμα ποιεῖται ἐν τῇ μάλθῃ. πολλὰ γράμματα ποιεῖται ὑπὸ τῶν παίδων. καὶ δυὸ ἢ τρία γράμματα ποιοῦσιν συλλαβήν. πολλὰ γράμματα ποιοῦσιν λέξεις ἢ λόγους. καὶ δὴ καὶ πολλαὶ λέξεις ποιοῦσιν τὸν τῶν ἀνθρώπων λόγον.
ὡς ὁ Ἀλέξιος πολλὰ ἔτη μετὰ τοῦ Λιβανίου μαθητὴς ἦν, οὕτως ὁ Δημήτριος σὺν τῷ διδασκάλῳ αὐτοῦ. πρῶτον γὰρ ἔμαθεν τὰ γράμματα τῆς Ἑλληνικῆς γλώσσης. ἔπειτα ὁ ἀγαθὸς διδάσκαλος ἔδιδαξεν τὸ ἀναγιγνώσκειν. νῦν δὲ ὁ Δημήτριος ἀναγιγνώσκειν εὖ δύναται. πρὸς τούτοις, τὰ Ὁμηρικὰ, τὴν Ἰλιάδα τε καὶ τὴν Ὀδύσσεαν, καλῶς οἶδεν. ἀλλὰ περὶ τῆς ῥητορικῆς τῆς τέχνης, οὐδὲν οἶδεν.
ἐν τῇ σχολῇ μετὰ τοῦ Δημητρίου εἰσί τέσσαρες παῖδες: Διόδωρος, Ἀρίστων, Νικόμαχος, καὶ Κλέων. Δημήτριος οὖν πρῶτος εἰς τὸ διδασκαλεῖον ἀφικνεῖται, ὅτι παῖς ἀγαθός ἐστιν, καὶ ἀεὶ ἐθέλει πρὸ τοῦ καιροῦ ἀφικνεῖσθαι. ὁ δὲ δεύτερος ὁ μαθητὴς ἐστιν Ἀρίστων, φίλος ὤν τοῦ Δημητρίου. τρίτος ἀφικνεῖται ὁ Διόδωρος. οἱ τέταρτοί οἳ ἅμα ἀφικνοῦνται, εἰσὶ Νικόμαχός τε καὶ Κλέων, ὅτι ἀδελφοὶ ὄντες ἐκ τοῦ αὐτοῦ οἴκου ἔρχονται. ὁ διδάσκαλος καλεῖ Νικόμαχον λέγων, «στῆθι, Νικόμαχε, καὶ ἐλθὲ δεῦρο. ἀνάγνωθι». ὁ οὖν Νικόμαχος ἕστηκεν καὶ ἀναγιγνώσκει. δεύτερον δὲ ὁ Κλέων ὁμοίως ποιεῖ. τρίτον δὲ Ἀρίστων, τέταρτον δὲ ὁ Διόδωρος, πέμπτον δὲ ὁ Δημήτριος ἕστηκεν καὶ ἀναγιγνώσκει.
ὁ Δημήτριος ἑστηκὼς τὰ Ὁμηρικὰ ἀναγιγνώσκει. τὰ ποιήματα εὖ ἀνέγνω. ὁ δὲ διδάσκαλος ἐπαινεῖ αὐτόν λέγων, «καλῶς ἀνέγνως, ὦ μαθητά μου. καθίζει νῦν.» ὁ οὖν διδάσκαλος καλεῖ Νικόμαχον καὶ Κλέωνα, «στῆτε, παῖδες, καὶ ἀνάγνωτε διάλογον τοῦ Πλάτωνος.» οἱ δὲ ἑστηκότες ἀνέγνωσαν τὸν τοῦ Πλάτωνος διάλογον. ὁ μὲν Κλέων πολλάκις τοὺς στοίχους πονηρῶς ἔλεγεν. ὁ δὲ Νικόμαχος τὸν Κλέωνα οὕτω ποιοῦντα γελᾷ. ὁ δὲ διδάσκαλος αὐτοὺς οὐκ ἐπαινεῖ ἀλλὰ μέμφεται λέγων «πονηρῶς ἀνέγνωτε, παῖδες πονηροί» οἱ δὲ ἀποκρινόμενοι εἶπον «οὐδαμῶς, διδάσκαλε, ἀλλὰ καλῶς ἀνέγνωμεν!» ὁ δὲ εἶπεν, «σιγῶντες καθίζετε!» οἱ δὲ καθίζουσιν, οὐδὲν λέγοντες.
σήμερον οὖν ἔστιν ἡ ἡμέρα ἡ ἐσχάτη τοῦ Δημητρίου ἐν τούτῳ τῷ διδασκαλείῳ. διὰ τί; ὁμοίως τῷ Ἀλεξίῳ, ὅσα ἔτη ἐμάνθανεν οὗτος μετὰ τούτου τοῦ διδασκάλου, καὶ νῦν πολλὰ ἔμαθεν, ὥστε νῦν δεῖν αὐτὸν εἰς τὸ διδασκλαλεῖον ἄλλον εἰσέλθειν. εἰς τί; δηλονότι, εἰς τὸ διδασκαλεῖον τοῦ Λιβανίου. ὅτε ὁ Δημήτριος εἰς τὸ διδασκαλεῖον τοῦ Λιβανίου ἀφικνεῖτο, ὁ Λιβάνιος αὐτὸν γιγνώσκει. πῶς; τὸ πρόσωπον τοῦ Δημητρίου ὁμοίον τῷ τοῦ Ἀλεξίου προσώπῳ ἐστίν. καὶ δὴ καὶ, οἶδεν ὁ Λιβάνιος ὅτι ὁ Δημήρτιος σήμερον ἔρχεται. «χαῖρε, ὦ παῖ» ἀσπαζόμενος εἶπεν ὁ Λιβάνιος. ὁ Δημήτριος ἀποκρίθη, «χαῖρε, βέλτιστε διδάσκαλε. πολλὰ περί σου ἤκουσα τοῦ ἀδελφοῦ μου λέγοντος» ὁ δὲ Λιβάνιος λέγει, «ναί, καὶ τὰ πάντα ἀληθῆ, οὐ γάρ;»