κεφάλαιον τὸ τρίτον καὶ δέκατον

I

κεῖται ὁ λύκος ὁ τεθνηκὼς χάμαι. τραύματα γὰρ πολλὰ ἐδέχετο καὶ ἀπέθανεν, πολὺ τοῦ αἵματος ἔκρουν ἐπὶ τὴν γῆν, ὥσπερ σπονδαί τινες. ὁ δὲ Ξανθίᾱς ἐπὶ λίθῷ τινι καθιζόμενος, ἀπὸ μάχης παύεται. οἱ δε κύνες, Τεύχων καὶ Ὁρμῆ, πρὸς αὐτῷ καθιζόμενοι φῡσιῶσιν. τὸ φῡσιᾶν ἐστι πολὺν ἀέρα εἰς τὸ στόμα καὶ ἐκ τοῦ στόματος ταχέως πνεῖν. ὁ δὲ Στύραξ ἐπὶ τῆς γῆς, πρὸς τῷ λύκῳ, κεῖται, καὶ τεθνηκώς.

πολὺν οὖν χρόνον ὁ Ξανθίᾱς οὐδὲν λέγει, οὐδὲ κινεῖται, ἀλλὰ πρὸς τὴν γῆν βλεπὼν ἡσυχάζει. τέλος δὲ ὀλίγον δακρύει ὑπὲρ τοῦ Στύρακος. ἀλλὰ οὐ δύναται αὐτὸν θάπτειν, ὅτι ἡ γῆ ἐνθάδε πετρώδης ἐστίν. πολλοὺς γὰρ λίθους ἔχει. καὶ δὴ καὶ δεῖ τὸν Ξανθίᾱν φέρειν τὸ πρόβατον οἴκαδε.

τὸ οὖν πρόβατον ἄγει οὗτος τοῦδε ἐκ τόπου. ἄνθρωπος τῷ προβάτῳ ἡγεῖται, ζῷον δὲ τῷ ἄνδρι ἕπεται. καὶ οἱ κύνες τῷ Ξανθίᾳ ἕπονται. ὁ δὲ αὐτοῖς ἡγεῖται.

II

ἀπὸ τῶν ὀρῶν ἐπανέρχεται ὁ Ξανθίᾱς τῷ προβάτῳ καὶ τοῖς κυσίν ἡγοῦμενος. οὐδὲ ὑλάκτουσιν οἱ κύνες οὐδὲ πλανᾶται τὸ πρόβατον, ἀλλὰ ἐγγὺς αὐτῷ ἕπονται. μακρὰν τοῦ οἴκου ὁ Ξανθίᾱς φωνῇ μεγάλῃ βοὼν καλεῖ τὸν Δικαιόπολιν, «ὦ Δικαιόπολι, ποῦ εἶ, ἐλθὲ δεῦρο. συλλάμβανε. ἄγε τὸ πρόβατον πρὸς τὰ ἄλλα. ἐγὼ δὲ τοῖς κυσὶν ἡγοῦμαι.»

ἀλλὰ ἡ φωνὴ τοῦ Ξανθίου οὐκ ἀκούεται. οὐδέ τις ἔρχεται. ποῦ ἐστιν ὁ Δικαιόπολις;

ὁ δὲ Ξανθίᾱς ἐγγύτερος γενόμενος πάλιν βοᾷ. οὐδεὶς δὲ ἀποκρίνεται, οὐδὲ ἄνθρωπόν τινα ὁρᾶν δύναται οὗτος. εἶτα νομίζει τὸν Δικαιόπολιν καθεύδειν. λέγει οὖν ἑαυτῷ «καλόν μοι δοκεῖ εἰς τὴν οἰκίαν εἰσέλθειν καὶ εὑρίσκειν αὐτόν.»

III

εἰσβὰς οὖν τὸν οἶκον ὁ Ξανθίᾱς ζητεῖ τὸν Δικαιόπολιν, ἀλλὰ μάτην. ὁ γὰρ Δικαιόπολις οὐκ ἔστιν. οὐδε ἐν τῇ οἰκίᾳ αὐτῇ οὐδὲ ἐγγύς. πολὺν οὖν χρόνον ζητεῖ αὐτὸν ὁ Ξανθίᾱς καὶ οὐκ εὑρίσκει. ἄλλο τι δὲ εὑρίσκει· σῖτος καὶ μάχαιρα ἄπεισιν. ταῦτα οὐκ εὑρὼν, ἄρχεται νομίζειν τὸν Δικαιόπολιν ἀπεῖναι. ἆρα ὁ Δικαιόπολις φεύγει ἀπὸ τοῦ δεσπότου αὐτοῦ; οὕτω δοκεῖ.

ἔξω τοῦ οἴκου, ἴχνος τι ἐν τῇ γῇ ζητῶν βαδίζει. οὐ μόνον ἴχνος τοῦ Δικαιοπόλεως εὗρεν, ἀλλὰ καὶ πολλὰ ἴχνη, ἃ ἀπὸ τοῦ οἴκου ἄγει. νῦν δὲ οὐκέτι νομίζει αὐτὸν πεφευγέναι, ἀλλὰ οἶδεν. τοὺς κύνας αὖθις λύσας τὰ ὅπλα ἑαυτοῦ παρασκευάζει ἃ ἐν τῇ ὁδῷ δεῖ. εἶτα ὁρμᾶται.

IV

ἐν δὲ τούτῳ ὁ φεύγων δοῦλος κατὰ τὴν ὁδὸν εὔθυμος βαδίζει, οὐδὲ τὸν δεσπότην αὐτοῦ φοβεῖται, ὅτι νομίζει αὐτὸν μακρὰν ἐν τοῖς ὄρεσιν ἀπεῖναι. διὰ τοῦτο χαίρει. σῖτον ἔχει. μάχαιραν ἔχει. καὶ ἀργύρια ἔχει, ἃ ἐκ τοῦ σάκκου τοῦ Ξανθίου ἔκλεψεν.

ὁ δὲ Ξανθίᾱς ἄρχεται διώκειν. οἱ κύνες τούτῳ ἡγοῦνται, αὐτοὶ ἐκείνῳ, τῷ Δικαιοπόλει, ἕπονται. πῶς αὐτῷ ἕπεσθαι δύνανται; ἐκείνου ὀσφραίνονται. ὀσφραινόμενοι οὖν ἕπονται, καὶ ὁ Ξανθίᾱς ἀκουλουθεῖ, τὰ ἴχνη τὰ ἐν τῇ γῇ σκόπτων.

V

νυκτὸς γιγνομένης, ὁ Δικαιόπολις δυὸ ἀνθρώπους ἐν τῆ ὁδῷ βαδίζοντας ὁρᾷ. πρῶτον μὲν φοβεῖται, ἔπειτα δὲ οὐ μεριμνᾷ, ὅτι ἐλεύθερός ἐστιν, ὡς νομίζει. ὅτε οἱ δυὸ ἐγγυτέρω προσχωροῦσιν, ἀκρῑβῶς ὁρᾶν δύναται ὅτι μαχαίρας ἔχουσιν, καὶ ἰσχῡροί εἰσιν.

τίνες εἰσὶν οὗτοι; κακοί εἰσιν. τῷ ὄντι, λῃσταί εἰσιν. λῃστής ἐστιν ἄνθρωπος ὃς ἄλλους βλάπτει (καὶ ἀποκτείνει), καὶ τὰ ἀργύρια κλέπτει. οὕτως ἐγένετο τῷ Μακαρίῳ, ἐν τῇ Ἀντιοχείᾳ. καὶ ὡς τῷ Μακαρίῳ, οὕτως τῷ Δικαιοπόλει. οὗτοι γὰρ οἱ λῃσταὶ αὐτόν ἀποκτείνειν βούλονται.

ὁ πρῶτος λῃστὴς βοᾷ «οὗτος! δός μοι τὸ ἀργύριον.» ἆρα ἔχει φόβον ὁ Δικαιόπολις; ὁ φόβος αὐτὸν κατέχει. ἀποκρίνεται οὖν λέγων «οὐδὲν ἔχω. δοῦλός εἰμι.» ὁ λῃστής ὁ ἕτερος λέγει, «μὴ δοῦλος μάχαιραν τοιαύτην ἔχει; δοῦλος οὐκ εἶ.» Δικαιόπολις δὲ φοβοῦμενος ἀποκρίνεται «ναί, δοῦλος ἦν, ἀλλὰ οὐκέτι. ἀργύριον δὲ οὐκ ἔχω» ὁ δὲ πρῶτος «ἵνα τί οὐ ἀποκτείνω;» Δικ· «οὐ μὰ τὸν Δία. μὴ ἀπόκτεινον. λῃστής μετὰ ὑμῶν γίνεσθαι θέλω» οἱ δυὸ οὖν λῃσταὶ ἀλλήλοις διαλέγονται, καὶ ὁμολεγοῦσιν. οὕτως ὁ Δικαιόπολις λῃστὴς τρίτος γίγνεται.

VI

ὅτε ὁ ἥλιος ἀνατέλλει, Ξανθίᾱς ὀψέ ποτε εἰς ἐκεῖνον τὸν τόπον ἀφικνεῖτο. δῆλόν ἐστι ὅτι ἄνθρωποι ἦσαν, ἀλλἀ νῦν οὐκ εἴσιν. ὁρᾷ γὰρ τόπον ἐν ᾧ πῦρ ἦν. τὰ ἴχνη βλέπει, οὐδὲ ἑνὸς, οὐδὲ δυοῖν, ἀλλὰ τριῶν. καὶ τὰ τῶν τριῶν ἴχνη ἔνθεν ἄγει. ποῖ ἄγει τὰ ἴχνη; οὐδὲ πρὸς τὴν πόλιν, οὐδὲ πρὸς τὸν κλῆρον.

νομίζει ἑαυτῷ, «τί ποιῶ; οὐ δύναμαι προσβάλλειν τρισίν.» οἴκαδε ἔρχεται ὁ Ξανθίᾱς. ἐν δὲ τῇ ὁδῷ ἀπαντᾷ ἀνθρώπῳ τινί ἐρχομένῳ πρὸς τὴν πόλιν. αἰτεῖ οὖν αὐτὸν ἀγγελίαν φέρειν τῷ Γρηγορίῳ περὶ τῶν γενομένων. ἐκεῖνος τὴν ἀγγελίαν ἀκούσας, ἄργυριον, οὐ πολύ, δέχεται, καὶ πρὸς τὴν Ἀντιόχειαν σπεύδει.