Κεφάλαιον τὸ δωδέκατον.

I

ἐν δὲ τούτῳ ὁ Μακάριος ἐν ὁδῷ τινί ἐστιν, ἐν τῇ πόλει τῇ Ἀντιοχείᾳ. τί ποιεῖ ὁ Μακάριος; οὐδέν ποιεῖ, ἀλλὰ χαμαὶ κεῖται (ποῦ ἐστιν χαμαί; ἐπὶ τῆς γῆς), καὶ πολὺν χρόνον οὐδὲ κινεῖται οὐδὲ φωνὴν ποιεῖν δύναται. τέλος δὲ στενάζει καὶ ἱστᾶται, ἀλλὰ χαλεπόν ἐστιν.

ποῦ εἰσιν οἱ ἐχθροί αὐτοῦ; ἄπεισιν. αὐτοὺς γὰρ ὁρᾶν οὐ δύναται ὁ μοναχός. οὐδένα ὁρᾶν δύναται ἐν τῇ ὁδῷ. πάντες ἔφυγον. ὁ οὖν Μακάριος μόνος ἐστίν. ποῖ ἀπῆλθον οἱ ἐχθροί; ὁ Μακάριος οὐκ οἶδεν. ποῖ ἔρχεται ὁ Μακάριος; ἐν νῷ ἔχει πρὸς μοναστήριον ἔρχεσθαι, ἀλλὰ οὐ ἀκριβῶς οἶδεν τὴν ὁδόν. οὐδὲν ἦττων ἐβαδίζεν.

II

ὁ οὖν Μακάριος βαίνει καθ’ ὁδόν τινα. ἔπειτα ὁδὸν ἀλλήν βαδίζει. ἡ πρώτη ὁδὸς βραχεῖά ἐστιν. ἡ δευτέρᾱ ἐστίν. ἡ πρώτη ἡ ὁδὸς βραχύτερά ἐστιν ἢ ἡ δευτέρᾱ ὁδός. τοὐναντίον, ἡ δεύτερα μακρότερά ἐστιν ἢ ἡ πρώτη. ὁ οὖν Μακάριος κατὰ τὴν βραχύτεραν ὁδόν βαδίζει, ἔπειτα κατὰ τὴν μακρότεραν.

τότε ἱστᾶται καὶ βλέπει. βλέπει οὖν ἐπ’ ἀριστερά τε καὶ ἐπὶ δεξία. εἴσιν δύο ὁδοί. ἡ ἐπ’ ἀριστερὰ ὁδὸς μακρότατά ἐστιν, καὶ οὐ δύναται ὁρᾶν τὸ τέλος. ὁ οὖν Μακάριος εἰς ταύτην τὴν ὁδόν οὐκ εἰσβαίνει. ἡ δὲ ἐπὶ δεξία ὁδός βράχιστά ἐστιν. τὸ γὰρ τέλος ῥᾳδίως ὁρᾶν δύναται ὁ μοναχός. εἰς οὖν ἐκείνην τὴν ὁδόν εἰσβαίνει καὶ οὐ πολύ βαδίζει ἄχρι τῆς θύρας τοῦ οἴκου τινός. τίς ἐστιν ὁ οἶκος; μοναστήριόν ἐστιν.

III

τὴν θύραν τοῦ μοναστηρίου κρούει ὁ Μακάριος. οὐδεὶς δὲ ἔρχεται. πάλιν οὖν ὁ Μακάριος κόπτει. τέλος δὲ ἄνθρωπός τις ἐλθὼν βοᾷ «τίς εἶ;» ὁ δὲ Μακάριος ἀποκρίνεται «μοναχός εἰμι, ὀνόματι Μακάριος».

ὁ ἐν τῷ οἴκῳ ἄνθρωπος ἐρωτᾷ «τί βουλόμενος εἰς τὸ μοναστήριον ἡμῶν ἀφικνῇ;»

ὁ ἔξω ἄνθρωπος, ὁ Μακάριος, βοᾷ διὰ τῆς θύρας, «ἀποθάνων ἥκω, μοναχός ὦν, βοήθησόν μοι»

ἐν δὲ τούτῳ αἷμα καταρρεῖ εἰς τὴν γῆν. πόθεν ῥεῖ τὸ αἷμα; ἐκ τοῦ Μακαρίου. ἐκ τῆς κεφαλῆς αὐτοῦ καὶ ἐκ τοῦ προσώπου αὐτοῦ. πολὺ αἷμα εἰς τὴν γῆν πίπτει. ἔπειτα καὶ αὐτὸς ὁ Μακάριος πάλιν πίπτει εἰς τὴν γῆν. ὁ τοῦ μοναστηρίου μοναχός τὴν θύραν ἀνοίξας εἰς τὴν ὁδὸν ἐκβαίνει.

IV

ὁ ἄνθρωπος ὁ ἐκβὰς σκόπτει τὸν Μακάριον. ἐρωτᾷ οὖν λέγων, «τί ἐγένετο; τίνες ταῦτα ἐποιήσαν;» ἀλλὰ ἐτὶ καὶ νῦν οὐ δύναται ἀποκρίνεσθαι ὁ Μακάριος. ὁ μοναχός ἄλλος αἴρει αὐτὸν καὶ εἰσφέρει εἰς τὸ μοναστήριον.

ἐν οὖν τῷ μοναστηρίῳ τίθησιν αὐτὸν ἐπὶ κλίνην. μοναχοὶ δὲ ἄλλοι φέρουσιν ὕδωρ πρὸς τὴν κλίνην ἐπὶ ᾗ Μακάριος κεῖται. ὁ πρῶτος μοναχὸς τὰ τραύματα τοῦ Μακαρίου σκόπτει. ὁ δὲ ἔχει τραῦμα ἐπὶ τῆς κεφαλῆς, καὶ τραύματα ἐπὶ τοῦ σώματος.

τὸ ὄνομα τούτῳ τῷ μοναχῷ ἐστι Νικάνωρ. οὗτος οὖν τὸ ὕδωρ ἀπὸ τῶν μοναχῶν λάβων τὰ τραύματα τοῦ Μακαρίου λούει. εὖ γὰρ οἶδεν περὶ τραυμάτων, ὅτι ἰᾱτρός ἐστιν. ἰᾱτρός ἐστιν ἄνθρωπος ὃς τραύματα καὶ νόσον θεραπεύειν δύναται. πρῶτον μὲν λούει τὸ τοῦ Μακαρίου σῶμα. ἔπειτα δὲ τὸ πρόσωπον αὐτοῦ λούει. ὁ δὲ τοὺς ὀφθαλμοὺς ἀνοίγει, ἀλλὰ αὖθις κλείει.

λούσας τὰ τραύματα ὁ Νικάνωρ λέγει τῷ ὑπηρέτῃ (τοῦτό ἐστιν· μοναχός ἄλλος) «φέρε μοι ἐπίδεσμα.» ὁ δὲ ὑπηρέτης τὰ ἐπίδεσμα εὑρὼν φέρει αὐτὰ πρὸς αὐτόν. ὁ δὲ αὐτὰ λαβὼν δεῖ τὸ ἐπὶ τῆς κεφαλῆς τραῦμα ἐπιδέσμῳ. τὸν ἐπίδεσμον ἐπὶ τὴν κεφαλὴν τίθησιν, εἶτα περὶ τὴν κεφαλὴν, ἐν κύκλῳ, δεῖ. τὸ αἷμα κατάρρουν παύεται. οὐκέτι αἷμα ἐκ τοῦ τραύματος καταρρεῖ.

V

νῦν δὲ ὁ Μακάριος ἐπὶ τῆς κλίνης κεῖται, ἀλλὰ οὐκέτι καθεύδει. διὰ τί οὐ καθεύδει; θερμόν γάρ ἐστιν. ἀλλὰ ὅμως νύξ ἐστιν, οὐ δύναται καθεύδειν. ἐπὶ τὴν κλίνης κεῖται καὶ βλέπει πρὸς τὴν στέγην. ἐν νῷ ἔχει τὰ τῆς ἡμέρας γινόμενα. τί ἐγένετο; ἐχθροί τινες αὐτὸν ἐν τῇ ὁδῷ ἔβλαπτον, καὶ πολλὰ τραύματα εἶχεν. τότε μὲν κακῶς ἑαυτὸν εἶχεν, νῦν δὲ ἄμεινον ἔχει.

τὰ νῦν οὐκέτι θερμός ἐστιν ὁ Μακάριος, ἀλλὰ ψυχρός γίγνεται. τί ἐστι ψυχρόν; οὐκ ἔστιν θερμόν! ψυχρὸς οὖν ὤν, βραδέως ἐγείρεται καὶ κλείει τὴν θυρίδα. ἄνεμος γάρ τις διὰ τῆς θυρίδος πνεῖ. πάλιν οὖν κεῖται, οὐ δυνάμενος καθεύδειν.

μέσῃ τῃ νυκτὶ αὖθις γίγνεται θερμὸς ὁ Μακάριος. οὕτω θερμὸς γενόμενος, ἐγερθεὶς τὴν θυρίδα ἀνοίγει. ὁ ἄνεμος, ὃς οὐκ πνεῖ εἰς τὸ οἴκημα, πάλιν πνεῖ καὶ αὐτὸν ποιεῖ ψυχρότερον. τέλος δὲ, τῇ τρίτῃ φυλακῇ τῆς νυκτός, δύναται ὀλίγον καθεύδειν.

VI

ἡλίου ἀνατέλλοντος, ὁ Μακάριος καθεύδων παύεται, ἐγείρεται, καὶ περίμενει. δι’ ὀλίγου Νικάνωρ ἔρχεται καὶ ἐρωτᾷ αὐτόν «πῶς ἔχεις σήμερον» ὁ δὲ Μακάριος ἀποκρίνεται λέγων, «εὖ ἔχω, ἄμεινον σήμερον ἢ χθές.» ἐρωτᾷ πάλιν ὁ Νικάνωρ, «τί βουλόμενος ἥκεις, ὦ τᾶν;» ὁ οὖν Μακάριος διηγεῖται τῷ Νικάνορι περὶ ἑαυτοῦ. οὗτος ἐκ τῆς Αἰγύπτου ἦλθεν. μακρὰν ἐπορεύθη. νῦν εἰς τὴν Ἀντιοχεῖαν ἀφίκετο. ἐθέλει νῦν περίμενειν ἐν τῇ Ἀντιοχείᾳ. διὰ τί; ἄνθρωποί τινες ἐκ τῆς Αἰγυπτοῦ βούλονται αὐτὸν βλάπτειν, καὶ ἐτὶ ἀποκτείνειν.