τῇ ὑστεραῖᾳ ὁ Ἀλέξιος ἐγείρεται. ὕδωρ λαμβάνει. τὰς οὖν χεῖρας καὶ τὸ πρόσωπον λούει. οὐ λούεται (πᾶν τὸ σῶμα λούει), ὅτι πρωΐ ἐστιν. ἔπειτα τὴν ἐσθῆτα περιβάλλεται. ἐκ οὖν τοῦ οἰκημάτος ἐξέρχεται καὶ τὸν πατέρα ἀσπάζεται λέγων, «χαῖρε, ὦ πάτερ». πρὸς δὲ αὐτὸν ἀποκρίνεται ὁ κύριος λέγων «χαῖρε καὶ σύ, ὦ υἱέ. προσβαίνεις πρὸς τὸ διδασκαλεῖον σήμερον, οὐ γάρ;» τῷ πατρὶ οὕτως λέγοντι, ὁ υἱὸς λέγει ἀποκρινόμενος «ναί, πρὸς τὸ διδασκαλεῖον. τίς δοῦλος σὺν ἐμοὶ βήσεται;» ὁ δὲ Γρηγόριος ἀποκρίνεται «ὁ Ἡρακλείδης βήσεται μετὰ σοῦ πρὸς τὸ διδασκαλεῖον. οὗτος γάρ πιστός ἐστι καὶ ἀγαθός.»
ὁ οὖν Ἀλέξιος καὶ ὁ Ἡρακλείδης ἅμα προσβαδίζουσιν ἐκ τοῦ οἰκοῦ. ὁ ἥλιος φαίνεται, καὶ θερμόν ἐστιν. ὁ Ἡρακλείδης πράγματα τοῦ Ἀλεξίου φέρει· βιβλίον, στῦλον, πίνακα. ὁ δὲ Ἀλέξιος οὐδὲν φέρει. ταχέως μὲν βαδίζει, βραδέως δὲ ὁ Ηρακλείδης. Ἀλε· σπεῦδε, ὦ δοῦλε. Ἡρα· ἀλλὰ οὐ δυνατόν μοι σπεύδειν. Ἀλε· τί λέγεις; διὰ τί σὺ οὐ δύνασαι ταχέως βαδίζειν; Ἡρα· σὺ μὲν εἶ νεός, γέρων δὲ ἐγώ. καὶ δὴ καὶ πάντα φέρω. διὰ ταῦτα οὐ δύναμαι. Ἀλε· μὴ ἀργὸς ἴσθι. δύνασαί γε. ἰδού, οὐ μόνον βαδίζειν δύναμαι, ἀλλὰ καὶ τρέχειν! Ἡρα· δεσπότα! οὐδαμῶς τρέχειν δύναμαι. βαδίζειν δύναμαι, οὐδὲ ταχέως.
τέλος δὲ ὁ Ἀλέξιος καὶ ὁ Ἡρακλείδης ἀφικνοῦνται εἰς τὸ διδασκαλεῖον. ὁ μὲν Ἡρακλείδης τὴν θύραν ἀνοίγει, ὁ δὲ Ἀλέξιος εἰσβαίνει ἀσπαζόμενος τὸν διδάσκαλον. ἆρα τίς ἐστιν ὁ διδακάλος; τὸ ὄνομα αὐτῷ ἐστιν Λιβάνιος. αὐτὸς γὰρ ὁ Λιβάνιος οὐ μόνον ἐστιν διδάσκαλος τοῦ διδασκαλείου, ἀλλὰ καὶ ῥήτωρ τε καὶ δεσπότης. τί διδάσκει οὗτος ὁ διδάσκαλος; ὁ μὲν Λιβάνιος τὴν τέχνην τὴν ῥητορικήν διδάσκει. μὴ ὁ Λιβάνιος τὴν γραμματικὴν διδάσκει; οὐχι, ἀλλὰ διδάσκαλος ἄλλος, ὅς ἐν τῷ τοῦ Λιβανίου διδασκαλείῳ διδάσκει, τὴν γραμματικὴν διδάσκει. οὐκέτι δὲ μανθάνει ὁ Ἀλέξιος τὴν γραμματικήν, ἀλλὰ τὴν ῥητορικήν. ἐλθὼν δὲ ὁ Ἀλέξιος ἀσπάζεται τὸν διδάσκαλον, «χαῖρε βέλτιστε διδάσκαλε.» ἀποκρινάμενος δὲ ὁ Λιβάνιος λέγει αὐτῷ «χαῖρε καὶ σύ, παιδίον μου.» λέγων δὲ Ἀλέξιος οὕτως ἀποκρίνεται, «συγγνώμην ἔχε, ἀλλὰ οὐκέτι παιδίον εἰμί. ἀνὴρ γὰρ γέγονα.»
σήμερόν εἰσιν ἐν τῷ διδασκαλείῳ πολλοὶ μαθηταί. ὁ μὲν Ἀλέξιος τὸν πίνακα αὐτοῦ καὶ τὸν στῦλον λάμβανει. ὁ δὲ Ἡρακλείδης καθίζει. ὁ δὲ διδάσκαλος τὰ Ὁμηρικὰ ἀναγιγνώσκει. οἱ δὲ παῖδες γράφουσιν. πῶς γράφουσιν οἱ παῖδες; τῷ στύλῳ καὶ τῷ πίνακι γράφουσιν. ἔπειτα ὁ Λιβάνιος ἐρωτᾷ, «δυνάσθε τὰ Ὁμηρικὰ ἀναγιγνώσκειν;» ἀπορκίνονται οἱ παῖδες «ναί, ὦ διδάσκαλε, ἀναγιγνώσκειν δυνάμεθα.»
ὁ οὖν Λιβάνιος κελεύει αὐτούς ἀναγνῶναι. οἱ δὲ τὰ τοῦ Ὁμήρου ποιήματα ἀναγιγνώσκουσιν. τότε δὲ πάλιν ἐρωτᾷ ὁ διδάσκαλος λέγων «τίς ὑμῶν δύνασαι ἀναγνῶναι ὡς ῥαψῳδός;» ὁ δὲ Ἀλέξιος ἱστᾶται καὶ ἀναγίγνωσκει χωρὶς πίνακος. οὕτως ὁ ῥαψῳδὸς ποιεῖ. ὁ Ἀλέξιος τῷ ὄντι οὐ ἀναγίγνωσκει ἀλλὰ λέγει τοὺς τοῦ Ὁμήρου λόγους ἄνευ πίνακος καὶ ἄνευ βιβλίου. αὐτὸν οὖν ὁ διδάσκαλος ἐπαινεῖ. τέλος δὲ Ἀλέξιος καθίζει καὶ οἱ ἄλλοι καθ’ ἕνα ἀναγιγνώσκουσιν.
μετὰ τὴν τῆς ἡμέρας σχολὴν ὁ διδάσκαλος σὺν τῷ Ἀλεξίῳ διαλέγεται.
Λιβ· ἀνὴρ γέγονας, ὦ Ἀλέξιε. τί ἐν νῷ ἔχεις πράσσειν; πάντα τὰ ποιήματα τὰ Ὁμήρου καλῶς οἶδας, καὶ δὴ καὶ λόγους κρείττονας ποιεῖν δύνασαι, ὥσπερ ῥήτωρ. καὶ τὴν ῥητορικὴν τὴν τέχνην εὖ μανθάνεις. τί ἄλλο; Ἀλε· ὁ μὲν πάτηρ μου βούλεται με εἰς τὸ ἔργον αὐτοῦ εἰσελθεῖν. ἢ ἴσως τὰ νομικά μαθεῖν. οὐ μὴν βούλομαι. Λιβ· δή που βούλῃ τι; Ἀλε· τὴν φιλοσοφίαν μαθεῖν βούλομαι. Λιβ· εὔγε! δεῖ σε εἰς τὰς Ἀθῆνας πορευέσθαι! Ἀλε· τί δή; Λιβ· ἐκεῖ εἰσιν διδάσκαλοι οἱ ἄριστοι τῆς τε φιλοσοφίας καὶ τῆς ῥητορικῆς. ἔγωγε μὴν πρὸς τοὺς ἐμοὺς φίλους γράψω. Ἀλε· χάριν σοι ἔχω, ὧ φίλτατε διδάσκαλέ μου. Λιβ· οὐδὲν πρᾶγμα, ὦ παῖ. πόλλα ἔτη νῦν μετὰ ἐμοῦ μανθάνεις καὶ ἀγαθός μαθητὴς εἶ.
ὕστερον οὖν ὁ Ἀλέξιος οἴκαδε ἐπανέρχεται, τοῦ Ἡρακλείδους ἀκολουθοῦντος. τοῦτ’ ἐστιν ὁ Ἀλέξιος πρῶτος βαδίζει, καὶ ὄπισθεν αὐτοῦ ὁ Ἡρακλείδης βαδίζει.
ὅτε εἰς τὴν οἰκίαν ἀφικνεῖτο ὁ Ἀλέξιος, ὁ μὲν Γρηγόριος πρὸς τραπέζᾳ καθιζόμενος γράφει ἐπιστόλας. ἆρα στύλῳ καὶ πίνακι γράφει ὁ δεσπότης; οὐχί, ἀλλὰ τῷ καλάμῳ τε καὶ τῷ μελάνι χρώμενος γράφει, οὐκ ἐν πίνακί τινι, ἀλλὰ ἐν παπύρῳ.
ὁ δὲ Ἀλέξιος εἰς τὸ οἴκημα εἰσελθὼν τὸν πατέρα ἀσπάζεται. ὁ δὲ «τί ἐγένετο πρὸς τῷ διδακαλείῳ σήμερόν» φήσιν. ἀποκρίνεται δὲ Ἀλέξιος «ὁ Λιβάνιος ὁ διδάσκαλος ἐμὲ πείθει εἰς τὰς Ἀθῆνας πορεύεσθαι.» οὐδὲ χαίρει ὁ Γρηγόριος οὐδὲ ὀργίζεται. πρῶτον μὲν οὐδὲν λέγει. ἔπειτα δὲ πολὺν χρόνον πρὸς τὸν υἱὸν βλέπει. τέλος δὲ λέγει «καλῶς. νομίζω σε ἐκεῖ πόλλα καὶ ἀγαθά μαθεῖν δύνασθαι. ἐμοί δοκεῖ σε ἐν ταῖς Ἀθήναις δύο ἔτη μένειν καὶ μάνθανειν. μετὰ ταῦτα βούλομαι σε οἴκαδε ἐπανέλθειν καὶ σὺν ἐμοὶ ἐργάζεσθαι.» ὁ δὲ υἱὸς ὁμολογεῖ.