Κεφάλαιον τὸ ἔνατον

Ι

τῇ δὲ ὑστεραίᾳ ἐγείρονται ὁ Ξανθίᾱς καὶ ὁ Δικαιόπολις, ἐν τοῖς ἀγροῖς πρωΐ. ὅτε ὁ ἥλιος ἀνάτελλει, οὗτοι ἐγείρονται, ὁ μὲν σπεύδει ἐργάζεσθαι, ὁ δὲ, ᾱ̓ργὸς ὤν, οὐ σπεύδει. ἑκάτερος οὖν ἐγείρεται καὶ σῖτον, οὐ πολὺν, ἐσθίει. τὸν οὖν ἄρτον καὶ ἔλαιον φάγοντες, εἰς τοὺς ἀγροὺς εἰσβαίνουσιν. ὁ μὲν Δικαιόπολις, δοῦλος ὤν, τὸ ἄροτρον φέρει, καὶ προσάπτει αὐτὸ τοῖς βουσίν. ὁ μὲν οὖν Ξανθίᾱς ὄπισθεν ἐλαύνει τοὺς βοῦς, ὁ δὲ δοῦλος τὸ σπέρμα σπείρει ἐν τοῖς ἀγροῖς. οὗτοι οἱ δύο οὐ μόνον ἀγρὸν ἀροτρεύουσιν, ἀλλὰ καὶ πρόβατα σκοποῦσιν. τὰ οὖν πρόβατα πλανᾶται ἐν τοῖς ὄρεσιν.

ὁ οὖν Ξανθίᾱς οὐ μόνον γεωργός, ἀλλὰ καὶ ποιμήν ἐστιν. τίς ἐστιν ποιμήν; ποιμήν ἐστιν ὃς πρόβατα ἔχει. τὰ γὰρ πρόβατα ἔχει ὁ Ξανθίᾱς ἐν τοῖς τε ἀγροῖς καὶ ὄρεσιν. αὐτὰ οὖν σκοπῶν φυλάσσει. πῶς φυλάσσει αὐτά; κύνας ἔχει, καὶ μάχαιραν. τί ἐστιν κύων;

κύων ἐστιν ζῷον, καὶ φίλος τοῖς ἀνθρώποις. τῷ οὖν Ξανθίᾳ εἰσὶ τρεῖς κύνες, Στύραξ, Ὁρμή, καὶ Τεύχων. ὁ μὲν Τεύχων ἐστὶν κύων μῑκρός. ὁ δὲ Ὁρμὴ μέγας ἐστίν. τίς μείζων ἐστιν; ὁ δὲ Ὁρμή μείζων ἐστιν ἢ Τεύχων. ὁ δὲ Στύραξ καὶ κύων μέγας ἐστιν. τίς ἐστιν ὁ μείζων κύων, πότερον Στρύαξ ἢ Ὁρμή ὁ δὲ Στύραξ ἐστιν μείζων τοῦ Τεύχονος καὶ τοῦ Ὁρμῆς, ὁ γὰρ Στύραξ μέγιστος κύων ἐστίν.

ἀνθρώπων γεωργούντων, οἱ κύνες παίζουσιν. εὐθὺς, εἷς τῶν κυνῶν ὑλακτεῖ, «βαὺ βαύ.» οἱ μὲν οὖν ἕτεροι ὑλακτοῦσιν, οἱ δὲ ἄνθρωποι παύονται ἐργαζόμενοι. τί ἐστιν; μακρόθεν πρόβατον ἀκούεται.

ΙΙ

ὄπισθεν τοῦ ἀγροῦ ἐστίν ὄρη. μεταξὺ τῶν ὀρῶν ἄγκη ἐστίν. πρὸ τῶν ὀρῶν ἐστί πεδίον, ἐν ᾧ πρόβατα πορεύεται. πολλὰ πρόβατα ἐν τῷ πεδίῳ πλανᾶται, πολλὰ δὲ ἐν τοῖς ὄρεσιν βαίνουσιν. καὶ δὴ καὶ ποιμένες μετὰ τῶν προβάτων πλανῶνται ἐν τοῖς ὄρεσιν. σήμερον, ὑπὲρ τὸ πεδίον ὁ ἥλιος φαίνει ἐν τῷ οὐρανῷ, οὐδὲ νέφος πάρεστιν.

μακρόθεν πρόβατον καλεῖ, τοῦτ’ ἐστι βλεχᾶται, «βῆ βῆ.» διὰ τί τοῦτο τὸ πρόβατον βλεχᾶται; ὅτι μακρόθεν ἀπὸ τῶν προβάτων τῶν ἄλλων ἐστίν. καὶ δὴ καὶ λύκοι πάρεισιν ἐν τοῖς ὄρεσιν καὶ ἐν τῇ ὕλῃ.

ἆρα τὸ πρόβατον ἀκούεται; ναί, ἀκούεται. τίνες ἀκούουσιν τοῦ προβάτου; οἱ κύνες αὐτοῦ ἀκούουσιν. τὸ πρόβατον ὑπὸ τῶν κυνῶν ἀκούεται. εἶτα ὑλακτοῦσιν οἱ κύνες. ἀκούονται οὖν οἱ κύνες ὑλακτοῦντες; ναί. τίνες δὲ ἀκούουσιν τῶν κυνῶν; οἱ κύνες ἀκούονται ὑπὸ τῶν ἀνδρῶν.

ΙΙΙ

κυνῶν ὑλακτούντων, ὁ Ξανθίᾱς διαλέγεται μετὰ τοῦ Δικαιοπόλιδος, «τί ποιῶμεν;» ὁ μὲν Δικαιόπολις φοβεῖται λύκους, καὶ οὐ βούλεται εἰς τὰ ὄρη εἰσβαίνειν. ὁ δὲ Ξανθίᾱς ἀνδρειότερος ἐστιν ἢ ὁ δοῦλος, οὐδὲ αὐτὸς φοβεῖται, ἀλλὰ ὁρμᾶσθαι ἐθέλει.

ὁ οὖν ἐλεύθερος ὁ Ξανθίᾱς κελεύει τὸν δοῦλον αὐτοῦ μένειν ἐν τῷ πεδίῳ σὺν τοῖς ἄλλοις προβάσιν. ὁ δὲ αὐτὸς ὁρμᾶται μετὰ τῶν κυνῶν αὐτοῦ, ἀνδρεῖος ὦν, εἰς τὰ ὄρη. τί βούλεται; βούλεται τὸ πρόβατον εὑρεῖν. εἰς οὖν τὰ ὄρη βαίνει ἵνα εὑρῇ τὸ πρόβατον.

καὶ ἐγένετο ὅτε ὁ δοῦλος μένει ἐν τοῖς ἀγροῖς μετὰ τῶν προβάτων, ὁ ποιμὴν καὶ γεωργὸς, ὁ Ξανθίας, εἰς τὰ ὄρη εἰσβαίνει ἅμα τοῖς κυσίν. οἱ κύνες πρὸ τοῦ Ξανθίου τρέχουσιν, ἀλλὰ οὐ μάκραν. ὁ μὲν ὄπισθεν αὐτῶν βαδίζει, οἱ δὲ πρὸσθεν αὐτοῦ τρέχουσιν. ὁ μὲν αὐτοῖς ἕπεται, οἱ δὲ ἡγοῦνται.