τῇ δὲ ὑστεραίᾳ ἡμέρᾳ, ὁ Γρηγόριος καὶ ὁ Ἀλέξιος ἐν τῇ πόλει εἰσίν. οὐκέτι οὖν εἰσι πρὸς τῷ χωρίῳ, ἀλλὰ πρὸς τῇ οἰκίᾳ. ὁ γὰρ πατὴρ ἐν νῷ ἔχει εἰς τὴν ἀγορᾱ̀ν ἔρχεσθαι. ἡ δὲ καὶ μήτηρ ἐθέλει πορεύεσθαι εἰς τὴν ἀγορᾱ̀ν.
ἰδού, πολλοί εἰσιν οἱ κάπηλοι ἐν τῇ ἀγορᾷ. ὁ κάπηλός ἐστιν ἄνθρωπος ὃς καπηλεῖον ἔχει, καὶ ἐν τῷ καπηλείῳ αὐτοῦ πωλεῖ. Φίλιππος ἔχει καπηλεῖον, κάπηλoς οὖν ἐστιν. καὶ ὁ Φίλιππος πωλεῖ πόλλα. τί γένος χρημάτων πωλεῖ ὁ Φίλιππος; βρῶμα πωλεῖ· κρέας, ἄρτος, γάλα, κάρπος, ἰχθῡ́ς. ἄλλοι οὖν κάπηλοι ἄλλα πωλῶσιν, οἱ μὲν βιβλία, οἱ δὲ κοσμήματα, οἱ δὲ ζῷα, οἱ δὲ ἄλλα.
κρέας, ἄρτος, κάρπος, ἰχθύς, εἰσιν βρώματα. τὸ μὲν κρέας ἐκ τῶν ζῴων γίγνεται. ὁ δὲ ἄρτος γίγνεται ἐκ τοῦ πυροῦ (ἢ σῑ́του). ὁ δὲ κάρπος ἐκ τῶν δένδρων. ὁ δὲ ἰχθῡ́ς ἐκ τῶν ἐν τῇ θαλάσσῃ ζῴων γίγνεται.
πολλοὶ μὲν οὖν ἄνθρωποι εἰσὶν ἐν τῇ ἀγορᾷ σήμερον, οἳ βαδίζουσιν καὶ ὁρῶσιν πάντα τὰ καπηλεῖα. οἱ μὲν πρὸ τοῦ καπηλείῳ τοῦ Φιλίππου ἑστήκασιν καὶ βλέπουσιν πρὸς τὰ χρήματα, ἃ πωλεῖ. οἱ μὲν οὖν ἀργύριον ἔχοντες ἄλλο τι ἀγοράζουσιν καὶ ἀπέρχονται. οἱ δὲ οὐδὲν ἀργυρίου ἔχοντες, μόνον βλέπουσιν, καὶ ἀποχωροῦσιν ἄνεω βρωμάτος. οἱ δὲ βλέπουσιν πρὸς τὰ ὤνια αὐτου, ἀλλὰ οὐδὲν ὃ ἀγοράζειν βούλονται εἰδόντες, οὐκ ἑστήκασιν. τῶν γὰρ ἀνθρώπων τῶν ἐν τῇ ἀγορᾷ, οἱ μὲν ἐλεύθεροί εἰσιν, οἱ δὲ δοῦλοι. οἱ οὖν δοῦλοι ὀλίγον ἀργυρίου ἔχουσιν, εἰ μὴ ἀργύριον τῶν δεσπότων.
καὶ ἐγένετο ὅτε ὁ Γρηγόριος καὶ ἡ Εὐγενίᾱ εἰς τὴν ἀγορὰν εἰσέρχονται, ὁ Φίλιππος λέγει κράζων «βρῶμα, βρῶμα, τὸ κάλλιστον βρῶμα ἐν τῇ Ἀντιοχείᾳ»
ὁ μὲν Γρηγόριος ἀκούει αὐτοῦ, ἡ δὲ Εὐγενίᾱ οὐκ ἀκούει. πρὸς γὰρ καπηλεῖον ἄλλον ὁρᾷ αὑτή. ὁ δὲ Γρηγόριος τῆς χειρὸς αὐτῆς λαμβάνεται, λέγων, «ἐκεῖσε». τοῦ δὲ ἀνδρὸς ἀκούσᾱσα λέγει ἡ Εὐγενίᾱ «καλῶς, ἀλλὰ ποῖ πορεύομεθα;» ἀποκρίθεις οὖν λέγει ὁ Γρηγόριος «ἐκεῖσε, πρὸς τοῦτο τὸ καπηλεῖον».
οἱ μὲν τῷ καπηλείῳ τοῦ Φιλίππου προσχωροῦσιν, καὶ πρὸ αὐτοῦ ἑστήκασιν. ὁ δὲ κάπηλος ὁ Φίλιππος πρὸς αὐτοὺς τρέπεται λέγων, «χαίρετε, ὦ φίλοι μου, τί ἐθέλετε σήμερον; κρέας, ἰχθύν, ἄρτον, ἄλλον τι;»
οὗτοι οὖν τὰ βρώματα σκοποῦσιν. τὰ βρώματα ἐν τῷ καπηλείῳ τοῦ Φιλίππου ἐστίν ἀγαθά τε καὶ πόλλα. μάλιστα δὲ οἱ ἰχθύες αὐτοῖς ἀρέσκουσιν. ἔστι ἐκεῖ ἰχθῡ̀ς μέγας καὶ ἰχθῡ̀ς μῑκρός. ὁ μὲν ἰχθῡ̀ς ὁ μέγας ἀρέσκει τῷ Γρηγορίῳ, ὁ δὲ μῑκρὸς τῇ Εὐγενίᾳ ἀρέσκει.
ὁ οὖν Φίλιππος ἐρωτᾷ, «βούλεσθε ἰχθῡ́ν;» ὁ δὲ Γρηγόριος ἀποκρῑ́νεται «ναί, ὦ τᾶν, βουλόμεθα. ὡς καλὸς ὁ ἰχθῡ̀ς οὗτος.» ὑπολαμβάνει δὲ ἡ Εὐγενίᾱ, «ἀλλὰ ἐκεῖνος ὁ ἰχθῡ̀ς οὐκ ἔστιν οὕτως ἀγαθὸς ὡς οὗτος.»
αὑτὴ οὖν δείκνυσι τὸν μῑκρὸν ἰχθῡ̀ν τῷ Γρηγορίῳ. «ἆρα μὴ οὗτός σοι ἀρέσκει;» ὁ δὲ «οὐδαμῶς, ὅτι λίαν μῑκρός ἐστιν. ἀλλὰ μᾶλλον ἀρέσκει μοι οὗτος ὁ μέγας ἰχθῡ́ς, ὅτι ἱκανῶς μέγας καὶ ἀγαθός δοκεῖ.» ταῦτα εἰπῶν, τὸν ἰχθῡ̀ν ἔχει πρὸ τῆς Εὐγενίᾱς. δείκνυσι οὖν τοῦτον τὸν ἰχθῡ̀ν τῷ Φιλίππῳ λέγων, «πόσου ἐστίν οὗτος;»
«οὑτοσί; πέντε νομισμάτων.»
ὁ οὖν Γρηγόριος λέγει, «τί, οὕτω μεγάλη ἐστί ἡ τῑμή;» ὁ δὲ Φίλιππος ἀποκρῑ́νεται, «ναί. οὕτως ἐστιν.» ἡ οὖν Εὐγενίᾱ ἐρωτᾷ, «τί ἐστιν ἡ τῑμή ἐκείνου τοῦ ἰχθύος». ὁ δὲ Φίλιππος ἀποκρῑνόμενος αὐτῇ λέγει, «ἐκείνου, ἡ τῑμή οὐκ ἔστι οὕτω μεγάλη ὥς τούτου, ὅτι ἐκεῖνος ὁ ἰχθῡ̀ς οὐκ ἔστιν οὕτω μέγας ὥς οὗτος. ἡ τῑμὴ αὐτοῦ ἐστι μόνον τεσσάρων νομισμάτων»
ὁ Γρηγόριος οὐκ ἐθέλει ἀγοράζειν τὸν ἰχθῡ̀ν ὃν βούλεται ἡ Εὐγενίᾱ, οὐδὲ ἡ Εὐγενίᾱ βούλεται ὃν ἐθέλει ὁ ἀνὴρ αὐτῆς. διαλέγονται οὖν ὀλίγον χρόνον οὗτοι, Γρηγόριος καὶ Εὐγενίᾱ. εἶτα ὁ δεσπότης πρὸς τὸν κάπηλον τρέπεται, «καλῶς, φίλε μου, ἑκάτερον ἀγοράζειν βουλόμεθα, καὶ τοῦτον καὶ ἐκεῖνον.» ἐννέα οὖν νομίσματα ἐκ τοῦ σάκκου λάβων τῷ καπήλῳ δίδωσιν λέγων «δέχου τὸ ἀργύριόν σου.» ὁ δὲ Φίλιππος τὸ μὲν ἀργύριον δέχεται, τοὺς δὲ ἰχθύας ἀποδίδωσιν.