Κεφάλαιον τὸ ἕβδομον

I

ἐπεὶ ὁ ἥλιος ἀνατέλλει, ἡ μήτηρ καὶ οἱ παῖδες ἐγείρονται. ἐκ τῶν οἰκημάτων ἐξέρχονται καὶ εἰς τὴν αὐλὴν εἰσέρχονται. τίνα ἐστί τὰ ὀνόματα αὐτῶν; ὄνομα μητρί ἐστι Εὐγενίᾱ. καὶ θυγατράσιν ἐστὶ ὀνόματα Σοφίᾱ καὶ Εἰρήνη. τοῦ δὲ υἱοῦ τὸ ὄνομά ἐστιν Δημήτριος. ποῦ ἐστιν ὁ υἱὸς ὁ ἄλλος; ἐν τοῖς ἀγροῖς μετὰ τοῦ πατρὸς αὐτοῦ.

νῦν δὲ ἡ Εὐγενίᾱ καθίζει ἐν τῇ αὐλῇ, λεγοῦσα τοῖς παιδίοις, «δότε μοι ὕδωρ». ὁ μὲν Δημήτριος ἀποτρέχει καὶ ὕδωρ λαμβάνει. ἔπειτα δὲ ἐπανέρχεται καὶ τὸ ὕδωρ δίδωσι τῇ μητρί.

ἐν ᾧ Δημήτριος ἀποτρέχει, ἡ μήτηρ πάλιν κελεύει, «ὦ θύγατερ, Σοφίᾱ, δός μοι ἄρτον». ἡ δὲ Σοφίᾱ ἀπέρχεται καὶ ἄρτον ζητεῖ. τὸν οὖν ἄρτον εὑρίσκει, λαμβάνει, καὶ πάλιν πρὸς τὴν μητέρα ἔρχεται. ἔπειτα δὲ τὸν ἄρτον δίδωσιν αὐτῇ.

τέλος δὲ ἡ μήτηρ ἐρωτᾷ τὴν θυγατέρα τὴν ἑτέρᾱν, λεγοῦσα, «δός μοι ἔλαιον.» ἡ δὲ θυγάτηρ αὕτη ἀποβαίνει. τὸ δὲ ἔλαιον εὑροῦσα, πρὸς τὴν μητέρα προσφέρει, καὶ αὐτῇ δίδωσιν.

ἡ δὲ μήτηρ τὸ ὕδωρ, τὸν ἄρτον, τὸ ἔλαιον λαμβάνει. ταῦτα παρασκευάζεται, καὶ σῖτον τοῖς παιδίοις δίδωσιν. ἐκεῖνοι δὲ τὸν σῖτον ἐσθίουσιν. τὸν μὲν ἄρτον μετὰ τοῦ ἐλαίου ἐσθίουσιν, τὸ δὲ ὕδωρ πῑ́νουσιν.

II

ἡμέρᾱς γενομένης, ὁ πατὴρ καὶ ὁ Ἀλέξιος, καὶ οἱ δοῦλοι αὐτῶν, ἐγείρονται, καὶ σῖτον ἐσθίουσιν. ὁ μὲν Ξανθίᾱς τὸν σῖτον τοῖς ἄλλοις δίδωσιν, οἱ δὲ λαμβάνουσιν καὶ ἐσθίουσιν. τί οὖν ἐσθίουσιν; ἄρτον, ἔλαιον, ὥσπερ οἱ ἐν τῷ ἄστει, ἀλλὰ καὶ ᾤα τε καὶ μῆλα.

οὐκ οὖν μένουσιν οἱ ἄνδρες ἐν τῇ οἰκίᾳ, ἀλλὰ εἰς τοὺς ἀγροὺς πορεύονται, ὅτι σήμερον ὁ δεσπότης βούλεται γιγνώσκειν περὶ τοῦ χωρίου. ἆρα καλόν ἐστιν, ἢ οὐ;

πάντες μὲν οὖν εἰς τοὺς ἀγροὺς βαδίζουσιν. οἱ μὲν δοῦλοι οὐ βούλονται πορεύεσθαι, ὁ δὲ δεσπότης κελεύει. καὶ δὴ καὶ οὐ βούλεται ὁ Δικαιόπολις. τί οὖν; ὁ δὲ Ξανθίᾱς λέγει αὐτῷ, «μὴ ἴσθι ᾱ̓ργός, ὦ δοῦλε, ἀλλὰ σπεῦδε.» σπεύδει οὖν καὶ ὁ δοῦλος.

ἐν δὲ τοῖς ἀγροῖς πολλὰ καὶ ἄλλα δένδρα ἐστίν, πολλὰ καὶ ζῷα. τίνα ἐστὶ τὰ ζῷα; οἷον ἵππος, ὄνος, βοῦς, ὗς, καὶ ἄλλα. τίνα ἐστὶ τὰ δένδρα; οἷον συκὴ, μηλέα, ἐλαία.

οἱ μὲν δοῦλοι ἐργάζονται ἐν τοῖς ἀγροῖς πᾶσαν τὴν ἡμέρᾱν, οἱ δὲ ἄλλοι βαδίζοντες τοὺς ἀγροὺς ὁρῶσιν. πολλάκις δὲ ὁ Ξανθίᾱς τῷ δούλῳ ἑαυτοῦ λέγει, «μὴ ᾱ̓ργὸς ἴσθι». ὁ οὖν Δικαιόπολις ἀεὶ ἀποκρῑ́νεται πρὸς αὐτόν, «μὴ ἴσθι χαλεπός, δέσποτα». ἀλλὰ τοῦτο οὐ μεγάλῃ φωνῇ λέγει, ὥστε ἐκεῖνον μὴ ἀκοῦσαι.

Γρηγόριος· πῶς πρᾱ́ττει τὸ χωρίον; Ξανθίᾱς· εὖ πρᾱ́ττει τὸ χωρίον. πολὺν γὰρ σῖτον πάρεχει. αἱ μὲν συκαὶ τὰ σῦκα, αἱ δὲ μηλέαι, μῆλα, αἱ δὲ ἐλαίαι, τᾱ̀ς ἐλαίας. τὰ μὲν οὖν ζῷα καλῶς ἔχει. πολλοὶ μὲν ἵπποι εἰσίν, ὀλίγοι δὲ ὄνοι, ἀλλὰ καλοί. καὶ δὴ σὺ πολλᾱ̀ς ὗς ἔχεις, καὶ πολλᾱ̀ς βοῦς. Γρηγόριος· ᾱ̓ργὸς οὖν οὐκ εἶ, ὦ Ξανθίᾱ. χάριν σοι οἶδα. εἰ τὸ χωρίον πολὺ δίδωσι, καὶ ἐγὼ δίδωμι πολύ σοι. Ξανθίᾱς · σοὶ δὲ εὐχαριστῶ, κῡ́ριέ μου. ἀλλὰ νῦν γε πορευώμεθα εἰς τὴν οἰκίᾱν καὶ ἡσυχαζῶμεν. ὁ γὰρ ἥλιος φλέγει. Γρηγόριος · εὖ λέγεις, εἰσελθώμεν.

Γρηγόριος, Ἀλέξιος, Ξανθίᾱς ἐπανέρχονται εἰς τὸν οἶκον. ἐνθάδε οὖν ὀλίγον ἐσθίουσιν καὶ ἡσυχάζουσιν. τί δὲ ποιοῦσιν οἱ δοῦλοι; ἔτι ἐν τοῖς ἀγροῖς ἐργάζονται, ἡλίου φλέγοντος.

III

μεσημβρίᾱς, ὁ Μακάριος εἰς τὴν πόλιν ἀφικνεῖται. ὁ ἥλιος ἐν τῷ οὐρανῷ ἐστιν, καὶ φλέγει. ὁ οὖν ἀνὴρ κάμνει. πολλᾱ̀ς γὰρ ὥρᾱς βαδίζει πρὸς τὸ ἄστυ. ἐθέλει οὖν σῖτον ἔχειν. ποῦ ἐστι σῖτος ἐν τῇ πόλει; ἐν τῇ ἀγορᾷ ἐστιν σῖτος. ὁ οὖν Μακάριος πρὸς τὴν ἀγορᾱ̀ν βραδέως βαίνει. οὐ δυνατόν ἐστι σπεύδειν ὅτι ὁ ἥλιος φλέγει μεσημβρίᾱς.

πολλοὶ δὲ ἄνθρωποί εἰσιν ἐν τῇ ἀγορᾷ. ἄλλοι μὲν ἀγοράζουσιν, ἄλλοι δὲ πωλοῦσιν. ὁ δὲ Μακάριος σῖτον βούλεται. σῖτον ἀγοράζειν βούλεται. πρῶτον μὲν σῖτον ζήτει. ἐρωτᾷ «ποῦ ἐστιν ἄρτος;» αὐτῷ δὲ κάπηλός τις ἀποκρῑ́νεται, «ἐκεῖ.» ἔπειτα δὲ ὁ Μακάριος βαδίζει πρὸς τὸν ἄρτον καὶ ἐρωτᾷ «πόσου ἀργυρίου ἄρτον ἀγοράζειν δύναμαι;» ὁ ἐκεῖ κάπηλος ἀποκρῑ́νεται λέγων, «δυοῖν νομισμάτων».

ὁ οὖν Μακάριος δύο νομίσματα ἐκ τοῦ σάκκου λαμβάνει, καὶ αὐτὰ τῷ καπήλῳ δίδωσιν. ὁ δὲ τὰ νομίσματα λαμβάνει καὶ τὸν ἄρτον δίδωσιν τῷ Μακαρίῳ.

τοῦτ’ ἐστιν τὸ ἀγοράζειν καὶ τὸ πωλεῖν. ἀγοράζει γὰρ ὁ Μακάριος τὸν ἄρτον, ὃν ὁ κάπηλος πωλεῖ. ἄνθρωπος, ὅς ἀγοράζει, ἀργύριον δίδωσιν καὶ ὅ τι λαμβάνει. ὃς δὲ ἀργύριον λαμβάνει καὶ ἄλλο τι δίδωσιν, πωλεῖ.

ὁ δὲ Μακάριος τὸν ἄρτον λάβων ἐκ τῆς ἀγορᾶς ἐκβαίνει. δύο οὖν ἄλλοι ἄνθρωποι βλέπουσιν πρὸς αὐτόν. ἆρά εἰσιν φίλοι; οὐχί. οὗτοι γὰρ οἱ ἄνθρωποι οὐκ εἴσιν φίλοι, ἀλλὰ ἐχθροί. μετὰ οὖν τὸν Μακάριον βαδίζουσιν. οὐκ ἐν τῇ ἀγορᾷ, ὅπου πάντες ὁρᾶν δύνανται, ἀλλὰ ἐν ὁδῷ ἑστήκασιν. βοῶσιν οὖν, λέγοντες, «στῆθι, ὦ μοναχέ.» ὁ δὲ Μακάριος ἑστηκὼς τρέπεται. νῦν δὲ ὁ Μακάριος αὐτοὺς ὁρᾷ, οἱ δὲ αὐτὸν ὁρῶσιν. οἱ μὲν γελῶσιν, ὁ δὲ οὐ γελᾷ. ἔπειτα δὲ οὗτοι οἱ ἄνθρωποι, κακοὶ ὄντες, αὐτὸν τύπτουσιν, καὶ ἀργύριον αὐτοῦ καὶ ἄρτον λαμβάνουσιν.