πρόσωπα· Γρηγόριος, Εὐγενίᾱ, Ἀλέξιος, Δημήτριος, Εἰρήνη, Σοφίᾱ.
Σοφίᾱ ᾄδει. ἡ Σοφίᾱ χαίρει. Δημήτριος «στ!». ὁ Δημήτριος οὐ χαίρει. ἡ δὲ Σοφίᾱ ἔτι ᾄδει. ὁ δὲ Δημήτριος «στ!». ὁ Δημήτριος οὐ χαίρει, ἀλλὰ ὀργίζεται. ἡ δὲ Σοφίᾱ ἔτι ᾄδει. ὁ δὲ Δημήτριος τὴν Σωφίᾱν παίει. ἡ δὲ Σοφίᾱ νῦν οὐκ ᾄδει, ἀλλὰ δακρῡ́ει. ὁ δὲ Δημήτριος γελᾷ, «ἃ ἅ». ὁ μὲν Ἀλέξιος Δημήτριον ὁρᾷ, ὁ δὲ Δημήτριος τὸν Ἀλέξιον οὐχ ὁρᾷ. ὁ Ἀλέξιος λέγει «τί; ὁ Δημήτριος κόρην παίει, καὶ γελᾷ;» ὁ Ἀλέξιος ὀργίζεται, καὶ τὸν Δημήτριον παίει. ὁ δὲ Δημήτριος νῦν οὐ γελᾷ, ἀλλὰ δακρῡ́ει. ὁ Δημήτριος τὸν Ἀλέξιον παίει. ἡ δὲ Σοφίᾱ λέγει «ποῦ ἐστιν ἡ μήτηρ;» ἡ Σοφίᾱ τὴν Εὐγενίᾱν οὐχ ὁρᾷ. ἡ Σοφίᾱ καλεῖ τὴν Εὐγενίᾱν «μῆτερ, μῆ-τερ, ὁ Δημήτριός με παίει.» ἡ μὲν Εὐγενίᾱ οὐκ ἔρχεται, ὁ δὲ Γρηγόριος ἔρχεται.
Γρηγόριος ἐρωτᾷ «τίς με καλεῖ;» ὁ δὲ Ἀλέξιος ἀποκρῑ́νεται «οὐδείς σε καλεῖ, τὴν δὲ μητέρα καλεῖ ἡ Σοφίᾱ.» ὁ δὲ Γρηγόριος ἐρωτᾷ τὸν Ἀλέξιον «τὴν μὲν μητέρα καλεῖ, ἐγὼ δὲ πάρειμι. διὰ τί ἡ Σοφίᾱ δακρῡ́ει;» ὁ δὲ ἀποκρῑ́νεται «ἡ Σοφίᾱ δακρῡ́ει ὅτι ὁ Δημήτριος αὐτὴν παίει.» ὁ δὲ Γρηγόριος λέγει «διὰ τί παῖς κόρην μῑκρᾱ̀ν παίει; φεῦ φεῦ. διὰ τί ὁ Δημήτριος αὐτὴν παίει;» ὁ δὲ ἀποκρῑ́νεται «ὅτι ᾄδει ἡ Σοφίᾱ;» ὁ δὲ Γρηγόριος λέγει «ὦ θύγατέρ μου. ὁ Δημήτριος οὐκ ἔστιν παῖς ἀγαθός, ἀλλὰ πονηρός.» ὁ δὲ Ἀλέξιος λέγει «ἡ Σοφίᾱ ἐστὶ κόρη ἀγαθή.» ὁ δὲ ἀποκρῑ́νεται «ναί, ὀρθῶς, ἀλλὰ ποῦ ἐστιν ἡ μήτηρ; διὰ τί οὐκ ἔρχεται;» ὁ γὰρ πατὴρ τὴν μητέρα οὐχ ὁρᾷ. ὁ οὖν Δημήτριος ἀποκρῑ́νεται «ἡ μήτηρ καθεύδει.» ὁ δὲ Ἀλέξιος λέγει «στ. οὐ σέ, ἀλλὰ ἐμὲ ἐρωτᾷ ὁ πατήρ.» ὁ δὲ Γρηγόριος «παῖδες, σῑγᾶτε. ποῦ ἐστιν ἡ μήτηρ;» ὁ δὲ Ἀλέξιος ἀποκρῑ́νεται «ἡ μὲν μήτηρ ἐνθάδε οὐκ ἔστιν, ὁ δὲ Δημήτριός ἐστιν.» καλεῖ οὖν ὁ Ἀλέξιος τὴν Εὐγενίᾱν «μῆ-τερ, μῆ-τερ.» ἡ δὲ Εὐγενίᾱ οὐκ ἀκούει οὐδὲ ἔρχεται. διὰ τί οὐκ ἔρχεται; ὃτι τοῦ Ἀλεξίου οὐκ ἀκούει. διὰ τί οὐκ αὐτοῦ ἀκούει; ὃτι ἡ Εὐγενίᾱ καθεύδει. ὁ οὖν Δημήτριος γελᾷ, «ἃ ἅ. οὐδὲ ἡ μήτηρ σοῦ ἀκούει.» ὁ δὲ Γρηγόριος ὀργίζεται. λέγει «σῑ́γᾱ». καὶ ὁ πατὴρ τὸν υἱὸν τύπτει. τὺπ τὺπ τύπ. διὰ τί τύπτει τὸν υἱόν; ὅτι οὐκ ἀγαθὸς ὁ πατήρ. νῦν δὲ ὁ Δημήρτιος δακρῡ́ει. ἆρα ἡ Εὐγενίᾱ τοῦ Δημητρίου ἀκούει; οὐδὲ αὐτοῦ ἀκούει, οὐδὲ τοῦ Ἀλεξίου, ἀλλὰ ἔτι καθεύδει. ἡ δὲ Εἰρήνη καὶ ἀκούει καὶ ἔρχεται.
ὁ οὖν Ἀλέξιος λέγει «ἡ μὲν μήτηρ οὐκ ἔρχεται, ἡ δὲ Εἰρήνη ἔρχεται.» ὁ δὲ Γρηγόριος αὐτοῦ οὐκ ἀκούει, ὁ γὰρ Δημήτριος πολὺ δακρῡ́ει. ἡ δὲ Εἰρήνη τὸν Ἀλέξιον ὁρᾷ, καὶ αὐτὸν ἐρωτᾷ «διὰ τί ὁ Δημήτριος δακρῡ́ει;» ὁ δὲ Ἀλέξιος ἀποκρῑ́νεται «ὁ Δημήτριος δακρῡ́ει ὅτι ὁ πατὴρ τύπτει αὐτόν.» ἡ δὲ ἐρωτᾷ «ἀλλὰ διὰ τί ὁ πατὴρ αὐτὸν τύπτει;» ὁ δὲ ἀποκρῑ́νεται «τὸν Δημήτριον τύπτει ὃτι παῖς πονηρός ἐστιν. ὁ δὲ Δημήτριος κόρην μῑκρᾱ̀ν παίει.» ἡ δὲ Σοφίᾱ λέγει «πάτερ, ἡ Εἰρήνη ἐνθάδε ἐστίν.» ὁ οὖν Γρηγόριος αὐτὴν ὁρᾷ, καὶ λέγει «τί ἐστιν, ὦ θύγατερ;» ἡ δὲ ἀποκρῑ́νεται «ὦ πάτερ, διὰ τί ὁ Δημήτριος δακρῡ́ει;» ὁ δὲ «ὅτι υἱὸς πονηρός ἐστιν. παῖς ὃς μῑκρᾱ̀ν κόρην παίει οὐκ ἔστιν ἀγαθός. ὁ ἀγαθὸς παῖς οὐ παίει κόρην.» ὁ οὖν Γρηγόριος πάλιν αὐτὸν τύπτει· τὺπ τὺπ τύπ. ὁ μὲν οὖν Δημήτριος πολὺ δακρῡ́ει. ὁ δὲ Ἀλέξιος χαίρει, ἀλλὰ οὐ γελᾷ. ἡ δὲ Σοφίᾱ οὐ χαίρει οὐδὲ γελᾷ. διὰ τί; ὅτι κόρη ἀγαθή ἐστιν ἡ Σοφίᾱ. ἡ δὲ Εἰρήνη δακρῡ́ει. διὰ τί καὶ ἡ Εἰρήνη δακρῡ́ει; δακρῡ́ει ὅτι ὁ πατὴρ τὸν υἱὸν τύπτει. πονηρὸς ὁ παῖς ὃς κόρην παίει, καὶ δὴ καὶ πονηρὸς ὁ ἀνὴρ ὃς μῑκρὸν παῖδα τύπτει.
παῖς γελᾷ. κόρη δακρῡ́ει. τίς ἐστιν ὁ παῖς ὃς γελᾷ; ὁ παῖς ὃς γελᾷ Δημήτριός ἐστιν. τίς ἐστιν ἡ κόρη ἣ δακρῡ́ει; ἡ κόρη ἣ δακρῡ́ει ἐστὶν Σοφίᾱ. ὁ Δημήτριος, ὃς κόρην παίει, ἐστὶ παῖς πονηρός. ἡ κόρη, ἣν Δημήτριος παίει, Σοφίᾱ ἐστίν. ὁ Γρηγόριος, ὃς υἱὸν τύπτει, πονηρὸς πατήρ ἐστιν. ὁ υἱός, ὃν ὁ Γρηγόριος τύπτει, Δημήτριός ἐστιν. τίνα καλεῖ ἡ Σοφίᾱ; τὴν Εὐγενίᾱν καλεῖ. ἡ Εὐγενίᾱ, ἣν Σοφίᾱ καλεῖ, ἐστὶ μήτηρ παιδίων. ἀλλὰ ὁ Γρηγόριος τὸν Δημήτριον τύπτει. ὁ παῖς, ὃν Γρηγόριος τύπτει, Δημήτριός ἐστιν. τίνα καλεῖ ὁ Ἀλέξιος; καὶ ὁ Ἀλέξιος τὴν Εὐγενίᾱν καλεῖ. ἡ δὲ Εὐγενίᾱ οὐκ ἀκούει. τίνος ἀκούει ἡ Εὐγενίᾱ; οὐδενὸς καὶ οὐδέν.