«ἰδού,» λέγει ὁ Ἀλέξιος, «τὰ ἴχνη τοῦ Δικαιοπόλιδος!» οἱ δὲ ἄλλοι, Γρηγόριος καὶ Ξανθίᾱς, προσέρχονται τῷ Ἀλεξίῳ. ὁ δὲ πάλιν λέγει αὐτοῖς, «ὁρᾶτε ἐπὶ τῆς γῆς τὰ ἴχνη!» οἱ δὲ βλέπουσιν καὶ ὁρῶσιν τὰ ἴχνη. «ναί, ἔστιν αὐτοῦ,» φησὶν ὁ Ξανθίᾱς «ποῖ δὲ ἄγεται τὰ ἴχνη;» ἐρωτᾷ ὁ Γρηγόριος. ὁ δὲ Ξανθίᾱς βλέπει περὶ τὰ ἴχνη. ὁρᾷ οὖν ἴχνη ἄλλα. «ἄγεται εἰς τὴν ῡ̔́λην, ἐκεῖσε. ἕπεσθε μοι!» τοῦτο εἶπεν καὶ ἡγεῖται τοῖς ἄλλοις εἰς τὴν ῡ̔́λην. οὐκ ἔστιν ὁδός, ἀλλὰ οἱ ἄνθρωποι ἕπονται τοῖς ἴχνεσιν ἐπὶ τῆς γῆς, καὶ δὴ καὶ ἕπονται τῷ Ξανθίᾳ ὃς ἡγεῖται τῷ Γρηγορίῳ καὶ τῷ Ἀλεξίῳ. τέλος δὲ ὁ Ξανθίᾱς λέγει, «μένετε, ὦ ἄνδρες! ἀκούω γάρ τινος!» οἱ δὲ ἄλλοι δύο μένουσιν καὶ οὐκέτι βαδίζουσιν. μένουσιν οὖν οἱ τρεῖς ἀκούοντες. ἀνθρώπου γάρ τινος ἀκούουσιν ὃς βαδίζει πρὸς αὐτούς. τίς ἐστιν; ὁ μὲν οὖν Γρηγόριος κελεύει τοῖς ἄλλοις, «σῑγᾶτε, ὦ ἄνδρες. τίς ἔρχεται;» ἔπειτα δὲ οὗτος ὁ ἄνθρωπος ἔρχεται, οἱ δὲ ὁρῶσιν ὅτι οὐκ ἔστιν Δικαιόπολις! «χαίρετε, ὦ ξένοι. πόθεν ἔρχεσθε; ποῦ βαδίζετε ἐν τῇ ῡ̔́λῃ;» ὁ δὲ Γρηγόριος ἀποκρῑ́νεται λέγων, «ἐγὼ μὲν κῡ́ριος, καὶ οὗτοί εἰσιν μετ’ ἐμοῦ. δοῦλόν τινα ζητοῦσιν. ἆρα εἶδες δοῦλόν τινα ἐν ταύτῃ τῇ ῡ̔́λῃ; ἔστιν ἄνθρωπος μέγας, καὶ ἔχει πώγονα μακρόν.» «ναί, εἶδον ἄνθρωπον ὡς τοῦτον. ἀκούετε οὖν μου. ἴτε ἐκεῖσε καὶ βαδίζετε πρὸς τὸν ποταμόν. στρέφεσθε οὖν καὶ ἕπεσθε τῷ ποταμῷ. οὐ μακρᾱ̀ν ἐστιν ἀπὸ τούτου τοῦ τόπου. ζητεῖτε αὐτὸν ἐκεῖ, ἐγγὺς τοῦ ποταμοῦ.» χαίρων οὖν ἀποκρῑ́νεται ὁ Γρηγόριος, «καλῶς εἶπες, ὦ ξένε. δέχου ἀργύριον!» καὶ δίδωσιν αὐτῷ ἀργύριον τι, ὃ δέχεται ὁ ἄνθρωπος χαίρων. οἱ δ’ οὖν τρεῖς κελεύουσιν τὸν ἄνθρωπον χαίρειν. ἔπειτα δὲ ἀπέρχονται πρὸς τὸν ποταμόν. ὁ δὲ ἄνθρωπος, γελῶν, ἀπέρχεται πρὸς τὴν πόλιν. χαίρει γὰρ αὐτὸς ὅτι ἀργύριον ἔχει. μετὰ ὀλίγον οὖν χρόνον, εἰσέρχονται πρὸς τὸν ποταμόν. ὁ μὲν οὖν Ξανθίᾱς λέγει, «ὦ Γρηγόριε, ὦ Ἀλέξιε! ἔλθετε δεῦρο καὶ βλέπετε!» ὁ δὲ Γρηγόριος καὶ ὁ Ἀλέξιος ἔρχονται καὶ βλέπουσιν πρὸς τὴν γῆν. τί ὁρῶσιν; πολλὰ ἴχνη ἐπὶ τῆς γῆς. ὁ οὖν Ἀλέξιος «οὐχ ἑνὸς ἀνθρώπου,» φησίν, «ἀλλὰ πολλῶν ἀνθρώπων ἐστὶ ταῦτα τὰ ἴχνη.» ὁ δὲ Γρηγόριος ἀποκρῑνόμενος λέγει, «ναί, τεσσάρων ἀνθρώπων, ὡς δοκεῖ. καὶ τί ἐστιν τοῦτο; ὅρᾱ, ὦ Ξανθίᾱ!» ὁ δὲ Ξανθίᾱς ἐλθὼν ὁρᾷ. «πῦρ ἦν ἐνθάδε.» ὁ δὲ Γρηγόριος ὁμολογεῖ, λέγων, «ναί, ἦν πῦρ ἐνθάδε, οὐ σήμερον ἀλλὰ χθές.» ## μέρος β’ ἐν δὲ τούτῳ ἡ Κίλισσα κελεύει τοῖς παισὶν αὐτῆς. πρῶτον μὲν κελεύει ἡ μήτηρ τῷ Μάρκῳ, λέγουσα «ἐλθὲ δεῦρο, ὦ Μάρκε.» ὁ οὖν Μάρκος ἐλθὼν ἐρωτᾷ τὴν μητέρα, «τί βούλει, ὦ μῆτερ; διὰ τί καλεῖς με;» ἡ Κίλισσα λέγει, «ὦ παῖ, ἄπελθε καὶ φέρε μοι ὕδωρ.» ὁ δὲ Μάρκος ἀπέρχεται καὶ ζητεῖ τὸ ὕδωρ.
ἐν δὲ τούτῳ ἡ Κίλισσα καλεῖ τὸν Κοΐντον, λέγουσα, «ὦ Κοΐντε, ἐλθέ!» ὁ οὖν Κοΐντος ἦλθεν. καὶ ἐρωτᾷ λέγων, «τί βούλει σύ, ὦ μῆτερ; διὰ τί καλεῖς με;» ἡ δὲ Κίλισσα ἀποκρῑνομένη λέγει, «βούλομαι ἔχειν πῦρ. φέρε ξύλον εἰς τὸ πῦρ.» ἀπῆλθεν οὖν ὁ Κοΐντος καὶ ζητεῖ ξύλον.
ἔπειτα δὲ, καλοῦσα λέγει ἡ Κίλισσα, «Τίτε, Οὐῑ́βιε, ἔλθετε!» καὶ οὗτοι οἱ δύο υἱοὶ ἦλθον. ἐρωτῶσιν οὖν τὴν Κίλισσαν, «τί βούλει ἡμᾶς ποιεῖν;» «βούλομαι γὰρ ῡ̔μᾶς ἄγειν κρέας, » ἀποκρῑ́νεται ἡ Κίλισσα. οἱ δὲ ἀπελθόντες ζητοῦσιν κρέας.
μετὰ ὀλίγον οὖν χρόνον, πάντες ἀπῆλθον, οἱ τέσσαρες παῖδες. καὶ φέρουσιν πάντα ἃ ἐκέλευσε ἡ μήτηρ αὐτῶν φέρειν· κρέας, ξύλον, καὶ ὕδωρ. ἡ δὲ Κίλισσα καὶ αἱ θυγατέρες αὐτῆς, Σωφρονίᾱ καὶ Φοίβη, ποιοῦσιν δεῖπνον. πρῶτον μὲν τιθέᾱσιν τὸ ξύλον. ἔπειτα δὲ πῦρ ποιοῦσιν. ἔπειτα δὲ ὕδωρ θερμαίνουσιν. τέλος δὲ τιθέασιν τὸ κρέας εἰς τὸ ὕδωρ. οἱ δὲ παῖδες μένουσιν βλέποντες πρὸς τὸ κρέας. πεινῶσιν γάρ. μετὰ χρόνον οὐ μακρόν, λέγει ἡ Κίλισσα τοῖς πᾶσιν, « ἔλθετε, ὦ παῖδες μου. ἐσθίετε!» καὶ πάντες οἱ παῖδες, ἔτι καὶ ἡ Κίλισσα, ἐσθίουσιν τὸ κρέας. ## μέρος γ’ ἔπειτα δὲ, αἱ θυγατέρες τῆς Κιλίσσης ἀπῆλθον. ἔτι καὶ νῦν ἔχουσιν κρέας τι. ἡ δὲ Σοφίᾱ βλέπει αὐτᾱ̀ς ἐν τῇ αὐλῇ καὶ προσέρχεται. προσελθοῦσα, λέγει ἡ Σοφίᾱ, «ὦ Σωφρονίᾱ, ὦ Φοίβη. τί ποιεῖτε; διὰ τί ἔχετε κρέας; ῡ̔μεῖς γὰρ δοῦλαί ἐστε. ἐγὼ δὲ ἐλευθέρᾱ εἰμί. δότε οὖν μοι τὸ κρέας ῡ̔μῶν!» αἱ δὲ ἀποτρέχουσιν ἀπὸ τῆς Σοφίᾱς. τρέχουσιν οὖν πρὸς τὴν μητέρα. «ὦ μῆτερ, ἡ Σοφίᾱ βούλεται τὸ κρέας ἡμῶν. εἶπεν γὰρ ἡμᾶς δοῦναι τὸ κρέας αὐτῇ.» ἡ δὲ μήτηρ ὀργίζεται. βαδίζει οὖν πρὸς τὴν Σοφίᾱν καὶ λέγει, «ἡ μήτηρ σου ἔδωκεν τὸ κρέας μοι. νῦν δὲ τὸ κρέας ἐστιν ἡμῶν, οὐδέ σου!» ἡ δὲ Σοφίᾱ ἀποτρέχει! ## μέρος δ’ ἐν δὲ τῇ ῡ̔́λῃ ὁ Γρηγόριος καὶ οἱ μετ’ αὐτοῦ βλέπουσιν τὰ ἴχνη τὰ ἐπὶ τῆς γῆς. δῆλόν ἐστιν ὅτι τέσσαρες ἄνθρωποι ἦσαν ἐν τούτῳ τῷ τόπῳ χθές. ὁ Ξανθίᾱς· «ἦν πῦρ ἐνθάδε.» ὁ Γρηγόριος· «δῆλον. καὶ δεῖπνον ἦν. οἱ τέσσαρες ἄνθρωποι ἦσαν ἐνθάδε, ἐσθίοντες δεῖπνον.» ὁ Ἀλέξιος· «ἀλλὰ οὐχ οἱ τέσσαρες εἰσῆλθον ἐνθάδε μετ’ ἀλλήλων. ὁρᾶτε δή. ταῦτα μὲν τὰ ἴχνη ἐστιν ἑνὸς ἀνθρώπου, ἐκεῖνα δὲ τὰ ἴχνη τριῶν ἀνθρώπων ἐστιν. ὁ μὲν εἰσέρχεται μόνος, οἱ δὲ ἄλλοι εἰσέρχονται ἅμα.» ὁ Ξανθίᾱς· «ἔστιν ταῦτα. ἀλλὰ οἱ τέσσαρες ἅμα ἀπέρχονται ἐκ τούτου τοῦ τόπου. καὶ δῆλόν ἐστιν μοι, ὅτι ὁ ἀνὴρ ὃς μόνος εἰσῆλθεν, ἐστιν ὁ Δικαιόπολις. τίνες οὖν εἰσιν οἱ ἄλλοι τρεῖς; ἆρα καὶ εἰσιν δοῦλοι οἳ ἀποτρέχουσιν ἀπὸ τῶν κῡρίων αὐτῶν; ἢ φίλοι τοῦ Δικαιοπόλιδος; οὐκ οἶδα ἔγωγε.» τέλος δὲ ὁ Γρηγόριος ἀποκρῑνόμενος λέγει τοῖς ἄλλοις, «δι’ ὀλίγου ἔσται νύξ. οὐκ ἔχομεν δεῖπνον ἢ ὕδωρ. ἐπανέλθωμεν πρὸς τὸν οἶκον. οὐ δυνάμεθα ἕπεσθαι τῷ Δικαιοπόλιδι νῦν γε.»