τῇ αὐτῇ ἡμέρᾳ, ἡ μήτηρ καὶ οἱ παῖδες ἐγείρονται. ἐκ οὖν τῶν οἰκημάτων ἐξέρχονται. τί ποιοῦσιν; πρῶτον μὲν ἡ μήτηρ, ἡ Εὐγενίᾱ νίπτεται. ἔπειτα δὲ αἱ θυγατέρες νίπτονται. πῶς νίπτεται ἡ Εὐγενίᾱ; νίπτεται ὑπὸ τῆς δούλης αὐτῆς, τῆς Κιλίσσης. ἡ γὰρ Κίλισσα νίπτει τὴν κῡρίᾱν αὐτῆς. ἆρα καὶ αἱ θυγατέρες, ἡ Σοφίᾱ καὶ ἡ Εἰρήνη, νίπτονται ὑπὸ δουλῶν; οὐ νίπτονται ὑπὸ δουλῶν, ἀλλὰ νίπτουσιν ἑαυτᾱ́ς. ἡ γὰρ Σοφίᾱ νίπτει ἑαυτήν, καὶ ἡ Εἰρήνη νίπτει ἑαυτήν. εἰς οὖν τὴν αὐλὴν εἰσέρχονται. ἡ μὲν μήτηρ, αἱ δὲ θυγατέρες ἔρχονται. καὶ ὁ Δημήτριος ἔρχεται. πόθεν ἔρχεται ὁ Δημήτριος; οὐκ ἐκ τοῦ οἰκήματος αὐτοῦ, ἀλλὰ ἐκ τῆς ὁδοῦ. ἀνοίγει γὰρ τὴν θύρᾱν καὶ εἰσέρχεται εἰς τὴν αὐλήν. ἡ μὲν οὖν μήτηρ ἐρωτᾷ αὐτόν, «πόθεν ἔρχῃ;» ὁ δὲ ἀποκρῑ́νεται αὐτῇ λέγων, «ἐκ τῆς ἀγορᾶς. φέρω γὰρ καρπούς.» ὁ γὰρ Δημήτριος φέρει καρπούς, μῆλα καὶ σῦκα. δίδωσιν τὰ μῆλα καὶ τὰ σῦκα τῇ μητρὶ αὐτοῦ, τῇ Εὐγενίᾳ. ἡ δὲ ὁρᾷ αὐτόν, λέγουσα, «ἀλλά ἐστι σῦκα ἐν τῷ οἴκῳ.» τοὺς οὖν καρποὺς δέχεται ἡ Εὐγενίᾱ. λαμβάνει αὐτοὺς καὶ τίθησιν ἐπὶ τράπεζαν. ἔπειτα δὲ, νίπτει αὐτούς. οἱ γὰρ καρποὶ νίπτονται ὑπὸ τῆς Εὐγενίᾱς. ἡ οὖν Εὐγενίᾱ κάθηται παρὰ τὴν τράπεζαν. λέγει γὰρ ταῖς κόραις, «δότε μοι ὕδωρ.» ἡ οὖν Εἰρήνη ἀπέρχεται καὶ ὕδωρ λαμβάνει. ἔπειτα δὲ ἐπανέρχεται καὶ δίδωσιν τὸ ὕδωρ τῇ μητρί. ἐν ᾧ ἡ Εἰρήνη φέρει τὸ ὕδωρ, ἡ μήτηρ πάλιν λέγει, «ὦ Σοφίᾱ, δός μοι ἄρτον.» ἡ δὲ Σοφίᾱ ὑπάγει καὶ ζητεῖ ἄρτον. ἐπεὶ ἄρτον εὑρίσκει, αἴρει αὐτὸν καὶ φέρει εἰς τὴν αὐλήν. ἔπειτα δὲ δίδωσι τῇ μητρὶ τὸν ἄρτον. τέλος δὲ τῷ Δημητρίῳ λέγει ἡ Εὐγενίᾱ, «φέρε μοι ἔλαιον.» ὁ δὲ υἱὸς ἐξέρχεται ἐκ τῆς αὐλῆς. τὸ δὲ ἔλαιον εὑρίσκει ἐν οἰκήματι, αἴρει αὐτό, καὶ ἐπανέρχεται εἰς τὴν αὐλήν. τέλος δὲ αὐτὸς ὁ Δημήτριος τῇ μητρὶ δίδωσιν τὸ ἔλαιον. ἡ οὖν Εὐγενίᾱ λαμβάνει τὸ ἔλαιον, τὸ ὕδωρ, τὸν ἄρτον, καὶ τοὺς καρπούς. ταῦτα λαμβάνουσα ποιεῖ τὸ ἄριστον. τί ἐστι τὸ ἄριστον; ἔστιν ὃ ἐσθίουσιν οἱ ἄνθρωποι ἐπεὶ ὁ ἥλιος ἀνατέλλει. οὗτοι οὖν οἱ παῖδες ἐσθίουσιν τὸ ἄριστον. τὸν μὲν ἄρτον ἐσθίουσιν μετὰ τοῦ ἐλαίου, τὸ δὲ ὕδωρ πῑ́νουσιν. ## μέρος β’ τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἀλέξιος καὶ ὁ Γρηγόριος ἐγείρονται. ἆρα ἐγείρονται ἐν τῷ αὐτῷ οἴκῳ, ἐν ᾧ ἐγείρονται ἡ Εὐγενίᾱ καὶ αἱ κόραι; οὐχί, ἀλλὰ ἐν τῷ αὐτῷ οἴκῳ, ἐν ᾧ ἐγείρεται ὁ Ξανθίᾱς. ὁ μὲν Γρηγόριος νίπτεται. ἔπειτα δὲ ἐνδύεται. τί ἐστιν τὸ ἐνδύεσθαι; λαμβάνει ῑ̔μάτιον καὶ τίθησιν αὐτὸ ἐπὶ ἑαυτόν. λέγει οὖν τῷ Ἀλεξίῳ, «ὦ υἱέ, ἆρα σὺ ἔτι νίπτῃ καὶ ἐνδύῃ;» ὁ δὲ Ἀλέξιος ἀποκρῑ́νεται λέγων, «οὐκ ἔτι νίπτομαι καὶ ἐνδύομαι, ὦ πάτερ! μετὰ ὀλίγον χρόνον…» τοῦτο λέγων, ἐγείρεται ὁ παῖς. νίπτεται δὲ πρῶτον. ἔπειτα δὲ ἐνδύεται. οἱ μὲν δύο νίπτονται καὶ ἐνδύονται. τί δὲ ποιοῦσιν ὁ Ξανθίᾱς καὶ ὁ Σωσίᾱς; καὶ ἐκεῖνοι νίπτονται καὶ ἐνδύονται. ἐν γὰρ τούτῳ τῷ οἴκῳ, ὁ Σωσίᾱς ποιεῖ τὸ ἄριστον. οὐκ ἔστιν τὸ αὐτὸ ἄριστον, ἐσθίουσι γὰρ οὐ μόνον ἔλαιον καὶ ἄρτον, ἀλλὰ καὶ ᾠά. τί ἐστιν ᾠόν; οὐκ ἐκ δένδρου γίγνεται τὸ ᾠόν, ἀλλὰ ἐξ ὀρνῑ́θος. οἱ οὖν ἄνδρες οἱ τέσσαρες κάθηνται παρὰ τὴν τράπεζαν καὶ ἐσθίουσιν πολλά. οὐδὲ ὕδωρ πῑ́νεται ὑπὸ τῶν ἀνδρῶν, ἀλλὰ οἶνος. ## μέρος γ’ μετὰ δὲ τὸ ἄριστον, ἐρωτᾷ τὸν Ξανθίᾱν ὁ Γρηγόριος λέγων, «ὦ Ξανθίᾱ, νῦν εἰπέ μοι, τί ἐστιν τὸ κακὸν ἐν τοῖς ἀγροῖς μου; λέγε ἡμῖν.» ὁ δὲ Ξανθίᾱς ἀποκρῑ́νεται, λέγων, «τὸ κακόν. ἕπου μοι καὶ ὁρᾷς τὸ κακὸν σύ.» ὁ μὲν οὖν Γρηγόριος ἕπεται τῷ Ξανθίᾳ ἐκ τοῦ οἴκου. καὶ ὁ Ἀλέξιος ἕπεται αὐτοῖς ἐκ τοῦ οἴκου. ἆρα καὶ ὁ Σωσίᾱς ἐξέρχεται καὶ ἕπεται; οὐχ ἕπεται, ἀλλὰ μένει ἐν τῷ οἴκῳ. οἱ οὖν τρεῖς ἄνδρες βαδίζουσιν ἀπὸ τοῦ οἴκου εἰς τοὺς ἀγρούς. τὸ γὰρ κακόν ἐστιν ἐν τοῖς ἀγροῖς. ὁ Ξανθίᾱς πρὸ τῶν ἄλλων βαδίζει. οἱ δὲ ἄλλοι δύο μετ’ αὐτόν βαδίζουσιν. χρόνον οὖν οὐ μακρὸν εἰς τοὺς ἀγροὺς ἔρχονται. τέλος δὲ εἰσβαίνουσιν εἰς ἀγρόν τινα. οὐκέτι βαδίζουσιν, ἀλλὰ διαλέγονται. Ξανθίᾱς· «ἐνθάδε ἐστὶν τὸ κακὸν ὃ εἶπόν σοι» Γρηγόριος· «τί ἐστιν; οὐχ ὁρῶ αὐτός.» Ξανθίᾱς· «τί ἐστιν ἐν τῷ ἀγρῷ;» Γρηγόριος· «σῖτός ἐστιν.» Ξανθίᾱς· «ὅρᾱ πάλιν. ἔστιν σῖτος, ἀλλ’ οὐ μόνον σῖτος. τί ἄλλο;» ὁ μὲν οὖν Γρηγόριος πάλιν ὁρᾷ τὸν σῖτον. ὀλίγον χρόνον βλέπει πρὸς τὸν σῖτον. τέλος δὲ εἶπεν· «αὐτὸς νῦν ὁρῶ τὸ κακόν! ζιζάνια ἐν τῷ ἀγρῷ ἐστιν! πόθεν ἔχει ζιζάνια;» ὁ δὲ Ξανθίᾱς εἶπεν ἀποκρῑνόμενος, « ἐχθρὸς τοῦτο ποιεῖ.» Γρηγόριος οὖν λέγει · «κακόν ἐστιν, ὃ σὺ εἶπες. ἀλλὰ τί νῦν ποιῶ; οὐδὲν. νῦν γε, μὴ λάμβανε τὰ ζιζάνια, μηδὲ λάμβανε τὸν σῖτον. μένετε τὸν καιρόν.» ὁ Ξανθίᾱς ἀποκρῑ́νεται λέγων, «ναί, ὦ κῡ́ριε. ἡμεῖς μένομεν τὸν καιρόν.» ὀλίγον οὖν χρόνον σῑγᾷ ὁ Ξανθίᾱς. ὁ δὲ Γρηγόριος βλέπει πρὸς αὐτόν. λέγει γὰρ, «τί ἐστιν, ὦ Ξανθίᾱ; ἆρά ἐστιν κακὸν ἄλλο ἐν τοῖς ἀγροῖς μου;» ὁ δὲ Ξανθίᾱς, «καλῶς ἐρωτᾷς, κῡ́ριε. οὐκ οἶδα ποῦ ἐστιν ὁ δοῦλος, ὁ Δικαιόπολις. οὐκ ἐνθάδε ἐστίν, οὐδὲ ἐν τοῖς ἀγροῖς οὐδὲ ἐν τῷ οἴκῳ.» ὁ δὲ Ἀλέξιος νῦν λέγει, «τί; ἆρα τρέχει αὐτὸς ὁ Δικαιόπολις ἀπὸ τοῦ οἴκου καὶ ἀπὸ τῶν ἀγρῶν; κακὸς γὰρ δοῦλός ἐστιν. ἆρα ζητοῦμεν αὐτόν;» ὁ Γρηγόριος νῦν ἀποκρῑνόμενος λέγει, «ναί, ζητοῦμεν αὐτόν. ἕπου μοι. οἶδα πῶς ἕπεσθαι δούλῳ ὃς ἀποτρέχει. οὐ μακρᾱ̀ν ἀποτρέχουσιν οἱ δοῦλοί μου. αὐτὸς γὰρ κολάζω αὐτούς.» ## μέρος δ’ πρῶτον μὲν οὖν οἱ τέσσαρες ἐπανέρχονται εἰς τὸν οἶκον ὃς ἐν τοῖς ἀγροῖς ἐστιν. ἐνθάδε γὰρ σῖτον λαμβάνουσιν, καὶ ἵππους. νῦν δὲ τρεῖς ἄνθρωποι φέρονται ὑπὸ ἵππων, ὁ μὲν Γρηγόριος, ὁ δὲ Ἀλέξιος, καὶ ὁ Ξανθίᾱς. ὁ δὲ Σωσίᾱς οὐ φέρεται ὑπὸ ἵππου, οὐδὲ ἐξέρχεται ἐκ τοῦ οἴκου. τί ποιεῖ ὁ Σωσίᾱς; μένει αὐτὸς ἐν τῷ οἴκῳ. οἱ δὲ ἄλλοι τρεῖς ἄνθρωποι ἐξέρχονται καὶ ἱππεύουσιν εἰς τοὺς ἀγρούς. ταχέως γὰρ πορεύονται ἐπὶ ἵππων. ζητοῦσιν οὖν ἐν τοῖς ἀγροῖς ἴχνη. τὸ ἴχνος ἐστιν ὃ ἄνθρωπος ποιεῖ βαδίζων. ἄνθρωπος ὃς βαδίζει, ποιεῖ ἴχνη. πολλά ἐστι τὰ ἴχνη ἐν τοῖς ἀγροῖς. ἔστι καὶ τὰ ἴχνη τοῦ Γρηγορίου καὶ τοῦ Ξανθίου καὶ τοῦ Ἀλεξίου ἃ ἐποίησαν πρότερον. νῦν δὲ ζητοῦσιν τὰ ἴχνη τοῦ Δικαιοπόλιδος.