Κεφάλαιον η’

μέρος α’

τῇ δὲ ὑστεραίᾳ ὁ Δημήτριος ἐγείρεται. ἡ δὲ μήτηρ αὐτοῦ ἔτι καθεύδει. καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐκ ἐγείρονται ἀλλὰ καὶ καθεύδουσιν. ὁ οὖν Δημήτριος εἰς τὴν αὐλὴν εἰσέρχεται. ἐν δὲ τῇ αὐλῇ κῆπός ἐστιν. ἔστιν κῆπος μῑκρὸς ἀλλὰ καλός. λαμβάνει οὖν ἐν τῷ κήπῳ ἄνθος. αἴρει γὰρ ἄνθος καὶ ἄνθος. τί ἐστιν τὰ ἄνθη; πρῶτον ῥόδον λαμβάνει. τοῦτο τὸ ἄνθος ἐστιν ῥόδον. ἐκεῖνο τὸ ἄνθος οὐκ ἔστιν ῥόδον ἀλλὰ ὑάκινθος. λαμβάνει οὖν καὶ αἴρει ἄνθη ἐκ τοῦ κήπου. πόσα ῥόδα καὶ πόσους ὑακίνθους λαμβάνει ὁ Δημήτριος; τέσσαρα ῥόδα καὶ τέσσαρας ὑακίνθους. λαμβάνει οὖν ὀκτὼ ἄνθη. ἔπειτα δὲ ἐξέρχεται ἐκ τοῦ κήπου, καὶ ἐκ τῆς αὐλῆς. πρῶτον μὲν ἀνοίγει τὴν θύρᾱν, δεύτερον δὲ ἔρχεται διὰ τῆς θύρᾱς, τέλος δὲ κλείει τὴν θύρᾱν. νῦν δὲ ὁ Δημήτριος οὐκ ἐν τῷ οἴκῳ ἀλλὰ ἔξω τοῦ οἴκου ἐστίν, ἐν τῇ ὁδῷ. ποῖ οὖν ἔρχεται ὁ Δημήτριος; πρῶτον μὲν ἔρχεται εἰς κῆπον ἄλλον. οὗτος ὁ κῆπος ἐστιν ἔξω τοῦ οἴκου αὐτοῦ, ἀλλὰ οὐ μακρᾱ̀ν ἀπὸ τοῦ οἴκου. καὶ οὗτος ὁ κῆπος ἐστιν κῆπος κοινός. ἐκεῖνος γὰρ ὁ κῆπος, ὃς ἐν τῷ οἴκῳ αὐτοῦ ἐστιν, ἴδιός ἐστιν. ὁ μὲν ἴδιος κῆπος ἐστιν κῆπος ἀνθρώπου, τοῦ Γρηγορίου. ὁ δὲ κοινὸς κῆπος ἐστιν κῆπος τῆς πόλεως. ἐκεῖνος ὁ κῆπος μόνον τοῖς ἀνθρώποις τοῦ οἴκου Γρηγορίου, οὗτός ἐστιν πᾶσιν τοῖς ἀνθρώποις. ἐν δὲ τούτῳ τῷ κήπῳ λαμβάνει ὁ Δημήτριος καρπούς. τίνας καρποὺς λαμβάνει ὁ Δημήτριος; μῆλα λαμβάνει ἀπὸ τῶν δένδρων. πόσα μῆλα αἴρει οὗτος ὁ παῖς; δύο μῆλα λαμβάνει. ἔπειτα δὲ λαμβάνει καὶ σῦκα ἀπὸ τῶν δένδρων. πόσα δὲ σῦκα αἴρει ὁ παῖς; πολλὰ σῦκα αἴρει καὶ λαμβάνει. νῦν δὲ ἀπέρχεται ὁ Δημήτριος ἐκ τούτου τοῦ κήπου. ἐκ μὲν ἐκείνου τοῦ κήπου, ὃς ἐστιν ἴδιος καὶ ἐν τῷ οἴκῳ αὐτοῦ, λαμβάνει ἄνθη, ῥόδα καὶ ὑακίνθους. ἐκ δὲ τούτου τοῦ κήπου, λαμβάνει μῆλα καὶ σῦκα. καὶ νῦν ποῦ ἔρχεται; πρὸς οἶκον τῆς φίλης αὐτοῦ. ## μέρος β’ τίς ἐστιν ἡ φίλη τοῦ Δημητρίου; ἔστιν Ἀνδρομέδᾱ. ἡ γὰρ Ἀνδρομέδᾱ ἐστὶν κόρη καλή, ἣ οἰκεῖ οὐ μακρᾱ̀ν ἀπὸ τοῦ Δημητρίου. ἐν γὰρ τῇ πόλει τῇ Ἀντιοχείᾳ οἰκεῖ ἡ Ἀνδρομέδᾱ. πάλιν καὶ πάλιν καὶ πάλιν ὁρᾷ ὁ Δημήτριος τὴν Ἀνδρομέδᾱν ἐν ταῖς ὁδοῖς τῆς Ἀντιοχείᾱς. καὶ ἡ Ἀνδρομέδᾱ ὁρᾷ τὸν Δημήτριον πολλάκις. ἐπεὶ ὁ Δημήτριος ὁρᾷ τὴν Ἀνδρομέδᾱν, χαίρει οὗτος. ἐπεὶ ἡ Ἀνδρομέδᾱ ὁρᾶται ὑπὸ τοῦ Δημητρίου, καὶ ὁρᾷ ἐκεῖνον, οὐ χαίρει ἡ Ἀνδρομέδᾱ. σήμερον δὲ ὁ Δημήτριος πρὸς τὸν οἶκον τῆς Ἀνδρομέδᾱς ἔρχεται. ὁ γὰρ Δημήτριος βούλεται διδόναι δῶρα αὐτῇ. τί ἐστιν τὰ δῶρα ἃ διδόναι βούλεται; ἄνθη καὶ καρπούς. βαδίζει οὖν ὁ Δημήτριος διὰ τῶν ὁδῶν τῆς πόλεως. μετὰ ὀλίγον χρόνον, εἰσέρχεται εἰς τὴν θύρᾱν οἴκου. τίνος ὁ οἶκος; ὁ οἶκος τῆς Ἀνδρομέδᾱς ἐστίν. ## μέρος γ’ ὁ μὲν οὖν Δημήτριος πάρεστι παρὰ τῇ θύρᾳ. τί ποιεῖ; κόπτει τὴν θύρᾱν. δοῦλος δὲ ἐξέρχεται. οὗτος ὁ δοῦλος ἐρωτᾷ τὸν Δημήτριον, «τίς εἶ σύ; τί βούλει;» ὁ δὲ Δημήτριος, «χαῖρε, ὦ δοῦλε. Δημήτριος μέν εἰμι. πάρειμι δὲ πρὸς ταύτῃ τῇ θύρᾳ διότι βούλομαι μετὰ τῆς κῡρίᾱς σου διαλέγεσθαι. ἆρα πάρεστιν ἡ κῡρίᾱ σου;» ὁ δὲ δοῦλος, «ναί, ἡ κῡρίᾱ μου πάρεστιν. ἀλλὰ διὰ τί σὺ ἔρχῃ εἰς τὸν οἶκον αὐτῆς; ἆρα εἶ δοῦλος;» ὁ δὲ Δημήτριος, «τί; οὐκ εἰμὶ δοῦλος, ἀλλὰ ἐλεύθερος! βούλομαι δὲ δῶρα διδόναι τῇ Ἀνδρομέδᾳ» ὁ δὲ δοῦλος γελᾷ καὶ ἀποκρῑ́νεται, «ἀλλ’ οὐκ ἔστιν κῡρίᾱ ἡ Ἀνδρομέδᾱ! αὕτη ἐστὶ δούλη ἐν τῷ οἴκῳ τούτῳ. ἐλθέ, ὦ ἄνερ. δός μοι δῶρον, καὶ ἐγὼ καλῶ τὴν Ἀνδρομέδᾱν.» ὁ δὲ Δημήτριος οὐ γελᾷ, οὐδὲ χαίρει. τί οὖν ποιεῖ; δίδωσιν οὖν δῶρον τῷ δούλῳ τούτῳ. τί δίδωσιν αὐτῷ; μῆλον δίδωσιν αὐτῷ. ὁ μὲν δοῦλος λέγει, «μῆλον; οὐ φιλῶ μῆλον. δός μοι ἄλλο δῶρον.» ὁ δὲ Δημήτριος λαμβάνει πάλιν τὸ μῆλον καὶ δίδωσιν σῦκον τῷ δούλῳ. ὁ δοῦλος οὖν λέγει, «καλὸν τὸ σῦκον. φιλῶ γὰρ τὸ σῦκον.» καὶ ἐσθίει τὸ σῦκον. «νῦν δὲ ἐγὼ δίδωμι δῶρον,» λέγει ὁ δοῦλος, καὶ καλεῖ τὴν δούλην, «ὦ Ἀνδρομέδᾱ, ἄνθρωπος πάρεστιν! ἐλθὲ δεῦρο.» ἡ δὲ Ἀνδρομέδᾱ ἔρχεται πρὸς τὴν θύρᾱν. ## μέρος δ’ ἡ Ἀνδρομέδᾱ καὶ ὁ Δημήτριος εἰσέρχονται εἰς οἴκημα ἄλλο. ὁ δὲ δοῦλος ὑπάγει. ἡ μὲν οὖν Ἀνδρομέδᾱ καὶ ὁ Δημήτριος λέγουσιν ἀλλήλοις. διαλέγονται γάρ. πρῶτον μὲν ἡ Ἀνδρομέδᾱ λέγει, «σύ γε! διὰ τί σὺ πάρει;» ὁ Δημήτριος «δῶρον ἔχω σοι, ὃ βούλομαι διδόναι σοι.» τοῦτο λέγει καὶ λαμβάνει τὰ μῆλα. ἔπειτα δὲ δίδωσιν αὐτῇ τὰ μῆλα. ἡ δὲ δέχεται τὰ μῆλα. ἀλλὰ βούλεται ἄλλο δῶρον λαμβάνειν. λέγει οὖν, «μόνον μῆλα δίδως μοι; ἆρα μὴ φιλεῖς με;» ὁ δὲ Δημήτριος λαμβάνει καὶ τοὺς ὑακίνθους καὶ αὐτῇ δίδωσιν αὐτούς, λέγων, «καὶ τούτους δίδωμί σοι, ὦ φίλη Ἀνδρομέδᾱ.» ἡ δὲ δέχεται ταῦτα τὰ ἄνθη, λέγουσα, «ἆρα μή με φιλεῖς; μὴ δίδως μόνον μῆλα καὶ ὑακίνθους μοι; οὐ γὰρ φιλεῖς με.» ὁ δὲ Δημήτριος πάλιν λαμβάνει ἄλλα ἄνθη. τί ἐστιν τὰ ἄλλη ἄνθη ἃ λαμβάνει; τὰ ῥόδα. ἐκεῖνα οὖν τὰ ῥόδα δίδωσιν τῇ Ἀνδρομέδᾳ. τέλος δὲ χαίρει ἡ Ἀνδρομέδᾱ, λέγουσα τῷ Δημητρίῳ, «σὺ φιλεῖς με! καὶ ἐγὼ δῶρον ἔχω σοι!» τί ἐστι τὸ δῶρον ὃ αὕτη ἡ κόρη δίδωσιν τούτῳ τῷ παιδί; φιλεῖ ἡ Ἀνδρομέδᾱ τὸν Δημήτριον. πρῶτον μὲν ἡ Ἀνδρομέδᾱ φιλεῖ αὐτόν. ἔπειτα δὲ οὗτος φιλεῖ αὐτήν. ## μέρος ε’ μετὰ ὀλίγον χρόνον ὁ Δημήτριος ἐξέρχεται ἐκ τοῦ οἴκου τῆς Ἀνδρομέδᾱς. ἐπεὶ ἐξέρχεται γελᾷ καὶ χαίρει, λέγων τῇ Ἀνδρομέδᾳ, «οὐ μετ᾿ ὀλίγον χρόνον, βούλομαι ἐπανελθεῖν καὶ ὁρᾶν σε. χαῖρε, ὦ φίλη μου.» τοῦτο λέγων, πάλιν φιλεῖ αὐτήν. ἀλλὰ ἄνθρωπος τις ἐν τῇ ὁδῷ ὁρᾷ αὐτόν. τίς ἐστιν ὁ ἄνθρωπος; ἔστιν Μάρκος, ὁ υἱὸς τοῦ Τροχίλου. ὁ Μάρκος λέγει ἑαυτῷ, «τί; ἆρα ὁ Δημήτριος ἔχει φίλην;» καὶ τρέχει ἀπὸ τοῦ Δημητρίου. οὐ γὰρ βούλεται τὸν Δημήτριον ὁρᾶν αὐτόν. οὐδὲ ὁ Μάρκος ὁρᾶται ὑπὸ τοῦ Δημητρίου. ὁ γὰρ Δημήτριος οὐδὲν ὁρᾷ, ἀλλὰ βαδίζει διὰ τῆς ὁδοῦ. ἀλλὰ μετὰ ὀλίγον χρόνον ἀκούει φθόγγον ἐν τῇ ὁδῷ. τί ἐστιν; κύων ὑλακτεῖ, λέγων, «βαῦ βαῦ». ὁ οὖν Δημήτριος ὁρᾷ τὸν κύνα. τίς ἐστιν ὁ κύων; ἔστιν ὁ αὐτὸς κύων ὃς ἦν ἐν τῇ αὐλῇ. νῦν δὲ βαδίζει ὁ κύων διὰ τῆς ὁδοῦ μετ᾿ ἀνθρώπου ἄλλου. τίς ἐστιν ἐκεῖνος ὁ ἀνήρ; ἔστιν ὁ Μακάριος, ὁ αὐτὸς μοναχὸς ὃς ἐν τῇ ὁδῷ τῇ πρὸς τὴν πόλιν ἦν. ὁ γὰρ Μακάριος βαδίζει μετὰ τοῦ κυνὸς διὰ τῆς ὁδοῦ πρὸς τὴν ἀγορᾱ́ν. ἡ γὰρ ἀγορᾱ́ ἐστι τόπος ἐν ᾧ καρποί, ἄρτοι, σῦκα, ἄνθη, οἶνος, καὶ ἄνθρωποι πάρεισιν. ὁ Μακάριος βούλεται ἄρτον δέχεσθαι ἐν τῇ ἀγορᾷ. διὰ τοῦτο βαδίζει αὐτὸς πρὸς τὴν ἀγορᾱ́ν. ὁ δὲ Δημήτριος ἐπανέρχεται πρὸς τὸν οἶκον αὐτοῦ. οὐδὲν γὰρ βούλεται ὁ Δημήτριος δέχεσθαι, μόνον φιλεῖν πάλιν τὴν Ἀνδρομέδᾱν.