Κεφάλαιον ζ’

μέρος α’

τῇ δὲ ὑστεραίᾳ πάντες εἰσέρχονται εἰς τὴν αὐλήν. ὁ μὲν οὖν Γρηγόριος πρῶτον ἔρχεται πρὸς τὸν βωμόν, οἱ δὲ ἄλλοι βαδίζουσιν μετὰ αὐτόν. ὁ βωμὸς ἐν τῇ αὐλῇ ἐστιν. ὁ δὲ Ἀλέξιος ἔχει οἶνον. ποῦ ἐστιν ὁ οἶνος; ἔστιν ἐν ποτηρίῳ. ὁ οὖν Ἀλέξιος τὸν οἶνον φέρει πρὸς τὸν πατέρα. ὁ πατὴρ αὐτοῦ λαμβάνει τὸν οἶνον ἀπὸ τοῦ Ἀλεξίου. καὶ αἴρει τὸν οἶνον ὁ Γρηγόριος ὑπὲρ τὸν βωμόν. ὁ μὲν οὖν Γρηγόριος προσεύχεται. λέγει γὰρ τοῖς θεοῖς. λέγει οὖν, «ὦ θεοί, ἀκούσατε μου! ἐγὼ γὰρ δίδωμι τοῦτον τὸν οἶνον ὑμῖν. ὦ Ζεῦ πάτερ, σῷζε ἡμᾶς ἐν τῇ ὁδῷ. σῷζε τὸν οἶκόν μου. σῷζε οὖν πάντας ἡμᾶς καὶ ἐν τῇ ὁδῷ καὶ ἐν τῷ οἴκῳ.» ἔπειτα δὲ, σπένδει. τὸν γὰρ οἶνον τίθησιν ἐπὶ τὸν βωμόν. πάντα τὸν οἶνον τίθησιν ἐπὶ τὸν βωμόν. ## μέρος β’ νῦν δὲ λέγει ὁ Γρηγόριος τῇ γυναικί, τῇ Εὐγενίᾳ, «χαῖρε, ὦ γύναι. σῷζε πάντας τοὺς ἄλλους. ἐγὼ δὲ σῴζω τὸν Ἀλέξιον ἐν τῇ ὁδῷ.» ἡ δὲ Εὐγενίᾱ ἀποκρῑ́νεται τῷ Γρηγορίῳ, «χαῖρε καὶ σύ, ὦ ἄνερ. σῷζε τὸν παῖδά μου. ἐπάνελθε ταχέως.» ὁ δὲ Ἀλέξιος τῇ μητρὶ λέγει, «χαῖρε, ὦ μῆτερ! ἐγὼ γὰρ σῴζω τὸν πατέρα!» οἱ οὖν δύο ἄνθρωποι ἐκ τῆς αὐλῆς ἐξέρχονται εἰς τὴν ὁδόν. ὁ δὲ Σωσίᾱς καὶ ὁ Ξανθίᾱς μένουσιν ἐν τῇ ὁδῷ. ἵππον γὰρ ἔχει ὁ Ξανθίᾱς. τίνος ἐστιν ὁ ἵππος; ἔστιν ὁ ἵππος τοῦ κῡρίου. ὁ ἵππος φέρει τὸν Γρηγόριον. ὁ Γρηγόριος φέρεται ὑπὸ τοῦ ἵππου. οὐδὲ ὁ Ἀλέξιος φέρεται ὑπὸ ἵππου. ὁ γὰρ Ἀλέξιος βαδίζει. βαδίζει οὖν μετὰ τοῦ πατρός. ὁ δὲ Σωσίᾱς καὶ ὁ Ξανθίᾱς βαδίζουσιν μετὰ τὸν κῡ́ριον καὶ τὸν υἱόν. διὰ τῆς ὁδοῦ ἔρχονται οἱ τέσσαρες ἄνθρωποι, ὁ μὲν ἐπὶ ἵππου, οἱ δὲ ἄλλοι βαδίζουσιν. πρῶτον μὲν ἐκ τῆς πόλεως ἐξέρχονται καὶ βραδέως βαδίζουσιν ἀπὸ τῆς πόλεως πρὸς τοὺς ἀγρούς. ἡ ὁδὸς φέρει ἀπὸ τῆς Ἀντιοχείᾱς πρὸς τοὺς ἀγροὺς τοῦ Γρηγορίου. ἆρα μακρᾱ̀ ἡ ὁδός; οὐ μακρᾱ́ ἐστιν. μακρᾱ́ ἐστιν ἡ ὁδὸς ἀπὸ τῆς Ἀντιοχείᾱς πρὸς τὴν Ῥώμην! ἡ ὁδὸς ἀπὸ τῆς πόλεως πρὸς τοὺς ἀγρούς μῑκρᾱ́ ἐστιν. ## μέρος γ’ ἰδού, ἄνθρωπός τις ἐν τῇ ὁδῷ ἐστιν. οὗτος ὁ ἄνθρωπος οὐκ ἀπὸ τῆς Ἀντιοχείᾱς ἔρχεται, ἀλλὰ πρὸς τὴν πόλιν. πρῶτον αὐτὸν ὁρᾷ ὁ Γρηγόριος, ὅτι ὑπὸ ἵππου φέρεται. ἔπειτα δὲ οἱ ἄλλοι ὁρῶσιν τὸν ἄνθρωπον. ἆρα οὗτος ὁ ἄνθρωπος ἐπὶ ἵππου ἐστίν; οὐχί, οὐ φέρεται ὑπὸ ἵππου, ἀλλὰ βαδίζει. ὁ ἄνθρωπος ὃς βαδίζει οὐχ ὁρᾷ τὸν Γρηγόριον οὐδὲ τοὺς ἄλλους, οἳ βαδίζουσιν μετὰ τοῦ Γρηγορίου. ὁ οὖν Γρηγόριος λέγει τῷ υἱῷ καὶ τοῖς ἄλλοις, «ἄνθρωπός τις ἔρχεται. ἀλλὰ τίς ἐστιν; μένετε. βούλομαι γὰρ γιγνώσκειν τίς ἐστιν.» πάντες οὖν μένουσιν. ὁ δὲ ἄλλος ἄνθρωπος, ὃς πρὸς αὐτοὺς βαδίζει, ὁρᾷ νῦν τὸν Γρηγόριον ὃς ἐστὶν ἐπὶ ἵππου. λέγει οὖν ὁ ἀνήρ, «χαίρετε, ὦ φίλοι. ποῖ καὶ πόθεν;» ὁ δὲ Γρηγόριος ἀποκρῑ́νεται καὶ λέγει, «ἐκ τῆς Ἀντιοχείᾱς ἐρχόμεθα, καὶ εἰς τοὺς ἀγρούς. καὶ σύ; ποῖ καὶ πόθεν σὺ ἔρχῃ;» ὁ δὲ ξένος ἀποκρῑ́νεται τῷ Γρηγορίῳ «ἐγὼ δή; ἀπὸ Σελευκείᾱς πρὸς τὴν πόλιν ἔρχομαι.» ## μέρος δ’ Γρηγόριος· τί ἐστιν τὸ ὄνομά σου; Μακάριος· τὸ ὄνομά μού ἐστι Μακάριος. καὶ τίνα ἐστὶ τὰ ὀνόματα ῡ̔μῶν; Γρηγόριος· ἐγὼ μὲν Γρηγόριος ὀνομάζομαι. ὄνομα τούτῳ τῷ υἱῷ μού ἐστιν Ἀλέξιος. καὶ τοῖς ἄλλοις; δοῦλοί εἰσιν. οὐ βούλομαι τὰ ὀνόματα αὐτῶν λέγειν σοι. Μακάριος· διὰ τί οὐ λέγεις τὰ ὀνόματα αὐτῶν; ἆρα οὐκ ἔχουσιν ὀνόματα; ἀλλὰ πάντες οἱ ἄνθρωποι ἔχουσιν ὀνόματα. ὁ γὰρ θεὸς δίδωσιν ὀνόματα τοῖς ἀνθρώποις. Γρηγόριος· ὁ Ζεὺς ὀνόματα δίδωσιν πᾶσιν τοῖς ἀνθρώποις, ἀλλὰ οὐ πάντες εἰσὶν ἐλεύθεροι. ἐγὼ μὲν κῡ́ριος αὐτῶν εἰμι. σὺ δὲ οὐκ εἶ κῡ́ριος αὐτῶν. ἐγὼ οὖν οὐ βούλομαι τὰ ὀνόματα αὐτῶν λέγειν. Μακάριος· ἔστω, εἰ σὺ οὐ βούλῃ. Γρηγόριος· ἀλλὰ, τίς εἶ σύ, ὦ ξένε; καὶ διὰ τί πρὸς τὴν πόλιν ἔρχῃ; Μακάριος· μοναχός εἰμι, δοῦλος τοῦ θεοῦ τοῦ ὑψίστου. Γρηγόριος· ἆρα οὐκ εἶ Χριστιανός; Μακάριος· ναί, ὁ γὰρ κῡ́ριός μού ἐστι Χρῑστὸς ὁ Ἰησοῦς. Γρηγόριος· οὗτος οὐκ ἔστιν ὁ κῡ́ριός μου! ἐγὼ προσεύχομαι τοῖς ἀρχαίοις θεοῖς. ἔρρωσο, ὦ ξένε. Μακάριος· ἔρρωσθε καὶ ῡ̔μεῖς. ## μέρος ε’ ὁ μὲν οὖν Γρηγόριος οὐ βούλεται ἀκούειν περὶ τοῦ Χρῑστοῦ, ὁ δὲ Ἀλέξιος βούλεται. ὁ δὲ Μακάριος βαδίζει πρὸς τὴν πόλιν. οἱ δὲ ἄλλοι εἰς τοὺς ἀγροὺς εἰσέρχονται. μετὰ χρόνον ὀλίγον εἰσέρχονται εἰς τὸν κλῆρον τοῦ Γρηγορίου. τί ἐστιν κλῆρος; ἔστιν οἶκος καὶ ἀγροί. οὗτός ἐστιν ὁ κλῆρος ὃν ὁ Γρηγόριος ἔχει. ὁ μὲν Σωσίᾱς καὶ ὁ Ξανθίᾱς βούλονται καθεύδειν. ὁ δὲ Γρηγόριος οὐ βούλεται καθεύδειν, ὅτι ὑπὸ ἵππου φέρεται. ὁ δὲ Ἀλέξιος καὶ βούλεται καθεύδειν. πρῶτον μὲν ὁ Ξανθίᾱς καλεῖ τὸν δοῦλον αὐτοῦ. λέγει οὖν, «ὦ Δικαιόπολι! ἐλθὲ δεῦρο!» ὁ δὲ Δικαιόπολις οὐκ ἔρχεται. λέγει οὖν ὁ Ξανθίᾱς, «ποῦ ἐστιν ὁ δοῦλος; ᾱ̓ργός ἐστιν.» ἐπὶ τῆς τραπέζης ἐστιν ἄρτος καὶ οἶνος. οἱ δὲ ἄλλοι πῑ́νουσιν καὶ ἐσθίουσιν. ὁ δὲ Ξανθίᾱς οὔ. τί οὖν ποιεῖ ὁ Ξανθίᾱς; προσεύχεται. προσεύχεται τῷ θεῷ καὶ λέγει, «ὦ θεέ, ποῦ ἐστιν ὁ δοῦλός μου; ποῦ ἀπέρχεται οὗτος;» ἔπειτα δὲ, ἐξέρχεται ἐκ τοῦ μῑκροῦ οἴκου καὶ βραδέως βαδίζει διὰ τοῦ ἀγροῦ. ἆρα ὁ Δικαιόπολις καθεύδει ἐν τῷ ἀγρῷ; οὐ καθεύδει, οὐ γὰρ πάρεστιν. ## μέρος ϛ’ τούτῳ τῷ χρόνῳ, ὁ Μακάριος εἰσέρχεται εἰς τὴν Ἀντιόχειαν. πρὸς τᾱ̀ς πύλᾱς βαδίζει. τί εἰσιν αἱ πύλαι; εἰσὶν θύραι τῆς πόλεως, θύραι μεγάλαι. ὁ μὲν οὖν μοναχὸς εἰσέρχεται διὰ τῶν πυλῶν εἰς τὴν πόλιν. ὁ Μακάριος ἐστιν ἐλεύθερος. οὐκ ἔστιν δοῦλος. ὁ δὲ Σωσίᾱς δοῦλός ἐστιν. τίς ἄλλος ἐλεύθερός ἐστιν; ὁ Γρηγόριος, καὶ ἡ Εὐγενίᾱ, καὶ τὰ τέκνα αὐτῶν, καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες. ὁ δὲ Τροχίλος καὶ δοῦλος ἐστιν. ὁ Ξανθίᾱς οὐκ ἔστιν δοῦλος, οὐδὲ ἐλεύθερος, ἀλλὰ ἀπελεύθερος ἐστιν. ἀπελεύθερος ἐστιν ἄνθρωπος ὃς πρότερον ἦν δοῦλος, ἀλλὰ νῦν οὐκ ἔστιν δοῦλος. ἦν δοῦλος τοῦ Γρηγορίου ὁ Ξανθίᾱς, ἀλλὰ νῦν οὐκ ἔστιν δοῦλος. ἔστιν οὖν ἀπελεύθερος νῦν. ὁ ἐλεύθερος μοναχός, ὁ Μακάριος, βαδίζει κατὰ τὴν ὁδὸν διὰ τῆς πόλεως. ἔπειτα δέ, ὁρᾷ κύνα. τίς ἐστιν ὁ κύων; ἔστιν ὁ κύων ὃς ἐσθίει σῦκα καὶ ἄρτον τοῦ Γρηγορίου!