τῇ δὲ ὑστεραίᾳ ἡμέρᾳ ἡ Εὐγενίᾱ ἐν τῇ αὐλῇ ἐστίν. ἆρα μόνη ἐν τῇ αὐλῇ ἐστιν; οὐ μόνη ἐν τῇ αὐλῇ, πολλοὶ γὰρ παῖδές εἰσιν ἐν τῇ αὐλῇ. τίνες παῖδες; ὁ μὲν Ἀλέξιος, ὁ δὲ Μάρκος, ἡ δὲ Σωφρονίᾱ, ἡ δὲ Σοφίᾱ πάρεισιν. οἱ παῖδες ἔχουσιν σφαῖραν. ἡ οὖν Σοφίᾱ ἔχει τὴν σφαῖραν. βάλλει δὲ τὴν σφαῖραν πρὸς τὸν Μάρκον. ὁ δὲ λαμβάνει τὴν σφαῖραν καὶ βάλλει αὐτήν. πρὸς τίνα βάλλει τὴν σφαῖραν; πρὸς τὸν Ἀλέξιον. ὁ δὲ Ἀλέξιος λαμβάνει. τέλος δὲ βάλλει πρὸς τὴν Σωφρονίᾱν τὴν σφαῖραν. ἡ δὲ Εὐγενίᾱ ὁρᾷ τοὺς παῖδας. καὶ γελᾷ. χαίρει γὰρ ἡ Εὐγενίᾱ.
ἡ μὲν οὖν Σωφρονίᾱ λαμβάνει καὶ αἴρει τὴν σφαῖραν. ἔπειτα δὲ βάλλει τὴν σφαῖραν πρὸς τὸν Μάρκον καὶ τὸν Ἀλέξιον. ἡ δὲ σφαῖρα ἔρχεται ὑπὲρ τοὺς παῖδας καὶ ἔρχεται ἀπὸ αὐτῶν. ποῦ ἔρχεται ἡ σφαῖρα; πρὸς τὴν θύρᾱν ἔρχεται. οἱ οὖν δύο παῖδες ἔρχονται πρὸς τὴν σφαῖραν. ὁ μὲν Μάρκος τρέχει, ὁ δὲ Ἀλέξιος βαδίζει. τίς πρῶτον ἔρχεται πρὸς τὴν σφαῖραν; ὁ Μάρκος, τρέχει γάρ. δεύτερον δὲ ἔρχεται ὁ Ἀλέξιος, βαδίζει γάρ. νῦν δὲ παρὰ τῇ θύρᾳ εἰσὶν οἱ παῖδες. ἔπειτα δὲ ἀκούει ὁ Ἀλέξιος φθόγγον. πόθεν ἔρχεται ὁ φθόγγος; διὰ τῆς θύρᾱς ἔρχεται ὁ φθόγγος. λέγει οὖν ὁ Ἀλέξιος, «τί ἐστιν;» ὁ δὲ Μάρκος προσέρχεται πρὸς τὴν θύρᾱν καὶ λέγει, «ἆρα ἄνθρωπος πάρεστιν; τίς οὖν ἐστιν;» οἱ μὲν παῖδες τὸν φθόγγον διὰ τῆς θύρᾱς ἀκούουσιν, ἀλλὰ οὐδὲν ὁρῶσιν. ὁ μὲν οὖν Ἀλέξιος ἀνοίγει τὴν θύρᾱν. κύων πάρεστιν! ὁ οὖν κύων τρέχει διὰ τῆς θύρᾱς εἰς τὴν αὐλήν. ὁ μὲν Μάρκος τρέχει μετὰ τὸν κύνα, ὁ δὲ Ἀλέξιος γελᾷ καὶ βαδίζει εἰς τὴν αὐλήν. ἡ Σοφίᾱ ἐστιν ἐν τῇ αὐλῇ. ἆρα μόνον ἐστιν ἡ Σοφίᾱ; οὐκ ἔστιν, ἡ γὰρ Σωφρονίᾱ πάρεστιν. ἡ οὖν Σοφίᾱ μετὰ τῆς Σωφρονίᾱς ἐστιν. ὁ δὲ Μάρκος οὐκ ἔστιν μετὰ τοῦ κυνός, ἀλλὰ τρέχει μετὰ τὸν κύνα. ὁ δὲ κύων τρέχει πρὸς τὴν Σοφίᾱν. ἡ μὲν οὖν Σωφρονίᾱ καλεῖ τὸν κύνα, «ὦ κύον, ἐλθὲ δεῦρο!» ὁ δὲ κύων τρέχει πρὸς αὐτήν. ἡ δὲ λαμβάνει τὸν κύνα καὶ αἴρει αὐτόν. ἀλλὰ ὁ κύων ὁρᾷ τὴν Εὐγενίᾱν. ἡ δὲ Εὐγενίᾱ ἔχει σῦκον. ὁ οὖν κύων τρέχει ἀπὸ τῆς Σωφρονίᾱς διὰ τῆς αὐλῆς πρὸς τὴν Εὐγενίᾱν. ἔπειτα δὲ ἐσθίει τὸ σῦκον ὁ κύων! «τίνος ἐστιν ὁ κύων;» ἐρωτᾷ ἡ Εὐγενίᾱ, «οὐκ ἔστιν τοῦ κῡρίου! οὐδὲ ἐστιν κύων μου. τίνος οὖν;» «οὐκ οἶδα ἔγωγε,» ἀποκρῑ́νεται ὁ Μάρκος. ὁ δὲ κύων νῦν τρέχει πρὸς τράπεζαν. ἐπὶ τῆς τραπέζης ἐστὶν ἄρτος. τὸν δὲ ἄρτον ἐσθίει ὁ κύων. ἆρά ἐστιν ἀγαθὸς ὁ κύων; οὐκ ἔστιν, ἀλλὰ πονηρός. πονηρὸς ὁ κύων ὃς ἐσθίει τὸν ἄρτον τῶν ἀνθρώπων, ὥσπερ πονηρὸς ὁ δοῦλος ὃς ἐσθίει τὰ σῦκα τοῦ κῡρίου. κολάζει οὖν ὁ Ἀλέξιος τὸν κύνα. τύπτει γὰρ αὐτόν. ὁ δὲ κύων ὑλακτεῖ καὶ λέγει «βαῦ βαῦ.» τρέχει οὖν ἀπὸ τῆς τραπέζης καὶ ἀπὸ τοῦ Ἀλεξίου. ποῦ τρέχει ὁ κύων; τρέχει καὶ ὑπάγει πρὸς τὴν θύρᾱν. ἀλλὰ ἀκούουσιν πάντες φθόγγον ἄλλον. τί ἐστιν; ## μέρος β’ ἡ Εὐγενίᾱ ἀκούει τὸν φθόγγον διὰ τῆς θύρᾱς καὶ λέγει τῷ Ἀλεξίῳ, «τί ἐστιν, ὦ υἱέ; ὕπαγε καὶ ἴδε.» ὁ δὲ Ἀλέξιος βαδίζει πρὸς τὴν θύρᾱν. ἐπεὶ οὖν ἔρχεται πρὸς τὴν θύρᾱν ἀκούει φωνήν. λέγει οὖν τῇ μητρί, «ἄνθρωπός ἐστιν. ἀκούω γὰρ φωνήν.» ἡ δὲ Εὐγενίᾱ λέγει αὐτῷ, «ἄνοιξον οὖν τὴν θύρᾱν.» ὁ δὲ ἀνοίγει τὴν θύρᾱν. πάρεστιν ἄνθρωπος. ὁ γὰρ ἄνθρωπος ἐν τῇ ὁδῷ ἐστι. λέγει οὖν ὁ ἀνήρ «χαῖρε! ἆρα ὁ κῡ́ριος οἴκοι; πάρειμι καὶ ἔχω ἀγγελίᾱν αὐτῷ. ἄγγελος γάρ εἰμι.» ὁ δὲ Ἀλέξιος λέγει τῇ Εὐγενίᾳ, «ὦ μῆτερ, ἄγγελός ἐστιν. λέγει οὖν ἀγγελίᾱν ἔχειν τῷ πατρί. ποῦ ἐστιν ὁ πατήρ;» ἡ δὲ Εὐγενίᾱ βαδίζει διὰ τῆς αὐλῆς πρὸς τὴν θύρᾱν. λέγει οὖν τῷ ἀγγέλῳ, «τίς εἶ σύ; καὶ διὰ τί σὺ ἔρχῃ πρὸς τὸν οἶκόν μου;» ὁ δὲ ἄγγελος ἀποκρῑ́νεται, «ἐγώ εἰμι ἄγγελος τοῦ κῡρίου, τοῦ Γρηγορίου. ἔρχομαι δὲ ἀγγελίᾱν γὰρ αὐτῷ ἔχω. ἆρα πάρεστιν οἴκοι ὁ κῡ́ριος;» ἡ δὲ Εὐγενίᾱ, «πόθεν ἔρχῃ, ὦ φίλε;» ὁ δὲ «βαδίζω ἀπὸ τῶν ἀγρῶν. μακρᾱ̀ ἡ ὁδός.» ἡ δὲ Εὐγενίᾱ καλεῖ τὸν Μάρκον καὶ λέγει αὐτῷ, «ὦ Μάρκε, φέρε μοι σῦκον καὶ οἶνον.» ὁ οὖν Μάρκος ὑπάγει ἐκ τῆς αὐλῆς. μετὰ ὀλίγον χρόνον εἰσέρχεται ὁ Μάρκος εἰς τὴν αὐλήν. φέρει οὖν οἶνον καὶ σῦκα καὶ τράπεζαν μῑκρᾱ́ν. ἡ δὲ Εὐγενίᾱ λαμβάνει τὴν τράπεζαν καὶ τίθησιν τὸν οἶνον ἐπὶ τὴν τράπεζαν. καὶ τὰ σῦκα λαμβάνει καὶ τίθησιν. ὁ δὲ ἄγγελος αἴρει τὰ σῦκα καὶ ἐσθίει αὐτά. τὸν δὲ οἶνον αἴρει καὶ πῑ́νει. ## μέρος γ’ ὁ μὲν οὖν Γρηγόριος εἰσέρχεται εἰς τὴν αὐλήν. τὸν δὲ ἄγγελον ὁρᾷ καὶ γελᾷ. βαδίζει διὰ τῆς αὐλῆς καὶ ἀσπάζεται τὸν ἄγγελον. λέγει γὰρ, «ὦ φίλε ἄγγελε! τί ἐστιν ἡ ἀγγελίᾱ ἣν φέρεις;» τῇ δὲ Εὐγενίᾳ λέγει ὁ Γρηγόριος, «οὗτός ἐστιν ὁ φίλος μου, Ξανθίᾱς.» ἐν ᾧ δὲ λέγουσιν οὗτοι, οἱ παῖδες πάλιν βάλλουσιν τὴν σφαῖραν πρὸς ἀλλήλους. καὶ ἀκούουσιν τᾱ̀ς φωνᾱ̀ς τῶν ἄλλων. ὁ δὲ Ξανθίᾱς ἀποκρῑ́νεται, «ἀγγελίᾱν φέρω κακήν, ὦ κῡ́ριε. ἐλθέ μετ’ ἐμοῦ εἰς τοὺς ἀγρούς. ἔστι γὰρ κακὸν ἐν τοῖς ἀγροῖς σου.» «τί λέγεις;» λέγει ὁ Γρηγόριος, «τί ἐστιν τὸ κακὸν ἐν τοῖς ἀγροῖς μου; καλῶς λέγεις, ὦ φίλε. ἐγὼ καὶ ὁ Δημήτριος ἐρχόμεθα εἰς τοὺς ἀγρούς. ἀλλ’ οὐ σήμερον. τῇ δὲ ὑστεραίᾳ ἡμέρᾳ ἡμεῖς πάντες ἐρχόμεθα ἐκ τῆς πόλεως εἰς τοὺς ἀγρούς μου.» ὁ δὲ Ξανθίᾱς ἀποκρῑ́νεται, «καλῶς λέγεις, ὦ κῡ́ριε.» πάντες οὖν ἐπὶ τῶν κλῑνῶν καθεύδουσιν. τῇ δὲ ὑστεραίᾳ τέσσαρες ἄνθρωποι ὑπάγουσιν πρὸς τοὺς ἀγρούς· ὁ Γρηγόριος, ὁ Δημήτριος, ὁ Σωσίᾱς, καὶ ὁ Ξανθίᾱς.