Κεφάλαιον ε’

τὰ πρόσωπα· ὁ Γρηγόριος, ἡ Εὐγενίᾱ, ὁ Σωσίᾱς. ## μέρος α’ ὁ Γρηγόριός ἐστιν ἐν τῇ οἰκίᾳ. καὶ ἡ Εὐγενίᾱ ἐστὶν ἐν τῇ οἰκίᾳ. ὁ Γρηγόριος καὶ ἡ Εὐγενίᾱ εἰσὶν ἐν τῇ οἰκίᾳ.

ὁ Γρηγόριος λέγει, «ἆρα ἔστιν οἶνος;» ἡ δὲ Εὐγενίᾱ ἀποκρῑ́νεται, «οἶνος; ἆρα ὁρᾷς σὺ ἐπὶ τῆς τραπέζης;» ὁ δὲ Γρηγόριος λέγει, «ἀλλὰ ὁρῶ. οὐκ ἔστιν οἶνος ἐπὶ τῆς τραπέζης.» ἡ δὲ Εὐγενίᾱ· «τί ἐστιν τοῦτο;» ὁ Γρηγόριος· «ἔστι ποτήριον.» ἡ Εὐγενίᾱ· «καὶ τί ἐστιν ἐν τῷ ποτηρίῳ;» ὁ οὖν Γρηγόριος ὁρᾷ ἐν τῷ ποτηρίῳ. τί ἐστιν ἐν τῷ ποτηρίῳ; οἶνος ἔνεστιν ἐν τῷ ποτηρίῳ ἡ μὲν Εὐγενίᾱ γελᾷ. ὁ δὲ Γρηγόριος οὐδὲν λέγει ἀλλὰ πῑ́νει τὸ ποτήριον. τίνος ἐστὶ τὸ ποτήριον; ἔστιν τὸ ποτήριον τοῦ Γρηγορίου. ὁ οὖν Γρηγόριος πῑ́νει τὸ ποτήριον αὐτοῦ. τίνος οὖν ὁ οἶνος; καὶ ὁ οἶνός ἐστι τοῦ Γρηγορίου. πῑ́νει καὶ πῑ́νει τὸν οἶνον ὁ Γρηγόριος. ἆρα νῦν ἐστιν οἶνος ἐν τῷ ποτηρίῳ; οὐκ ἔστιν. οὐδὲν γάρ ἐστιν ἐν τῷ ποτηρίῳ.

μέρος β’

ὁ Γρηγόριος λέγει, «ἆρά ἐστιν οἶνος;» ἡ δὲ Εὐγενίᾱ ἀποκρῑ́νεται, «τί λέγεις; ἆρα οὐκ οἶνος ἐν τῷ ποτηρίῳ σου;» ὁ δὲ Γρηγόριος ἀποκρῑ́νεται, «οὐκ ἔστιν ἐστιν ἐν τῷ ποτηρίῳ μου.» ἡ μὲν οὖν Εὐγενίᾱ λέγει, «οἶνος οὖν ἐστιν ἐν τῷ οἰνῶνι. ἐν γὰρ τῷ οἰνῶνι ἐστιν ὁ οἶνος.»

ὁ δὲ Γρηγόριος ἔρχεται εἰς τὸν οἰνῶνα. ἆρα ἔστιν οἶνος ἐν τῷ οἰνῶνι; ναί, οἶνος πάρεστιν. τί ἐστιν ἐν τῷ οἰνῶνι; πίθοι εἰσίν. τί ἐστιν πίθος; ὁ οἶνός ἐστιν ἐν τῷ πίθῳ. ὁ οὖν Γρηγόριος ὁρᾷ πίθους ἐν τῷ οἰνῶνι. ἆρα πάρεστιν εἷς πίθος ἢ πολλοὶ πίθοι; πάρεισιν πολλοὶ πίθοι! καὶ πολὺς ὁ οἶνος. ὁ Γρηγόριος ἀριθμεῖ τοὺς πίθους αὐτοῦ· εἷς πίθος, δύο πίθοι, τρεῖς πίθοι, τέσσαρες, πέντε, ἕξ, ἑπτά, ὀκτώ, ἐννέα, δέκα, ἕνδεκα. μόνον ἕνδεκα. ὁ ἀριθμὸς τῶν πίθων οὐκ ἔστιν δώδεκα, ἀλλὰ ἕνδεκα. ἕνδεκα πάρεισιν, εἷς ἄπεστιν. ποῦ ἐστιν; ποῦ ἐστιν ὁ πίθος ὁ ἄλλος; ὁ Γρηγόριος ὀργίζεται. καὶ καλεῖ τὴν γυναῖκα αὐτοῦ «Εὐγενίᾱ, ἐλθέ!»

ἡ δὲ Εὐγενίᾱ ἔρχεται εἰς τὸν οἰνῶνα. νῦν ἡ Εὐγενίᾱ πάρεστιν. ὁ δὲ λέγει, «πόσοι πίθοι τοῦ οἴνου εἰσίν;» ἡ δὲ λέγει «ἆρα οὐ δώδεκα;» καὶ ἀριθμεῖ αὐτούς. εἷς, δύο, τρεῖς, τέσσαρες, πέντε, ἕξ, ἑπτά, ὀκτώ, ἐννέα, δέκα, ἕνδεκα. ἡ Εὐγενίᾱ ἀριθμεῖ ἕνδεκα πίθους τοῦ οἴνου. λέγει οὖν ἡ Εὐγενίᾱ, «μόνον ἕνδεκα πίθοι εἰσίν, οὐ δώδεκα. κάλει τοὺς δούλους.» ὁ οὖν Γρηγόριος καλεῖ τοὺς δούλους αὐτοῦ «δοῦλοι, ἔλθετε!» ὁ οὖν Σωσίᾱς ἔρχεται, ὁ δὲ Τροχίλος οὔ. νῦν δὲ εἷς τῶν δούλων πάρεστιν, οἱ ἄλλοι ἄπεισιν. ὁ δὲ Γρηγόριος ὁρᾷ τὸν δοῦλον αὐτοῦ, Σωσίᾱν, τὸν δὲ δοῦλον τὸν Τροχίλον οὐχ ὁρᾷ. ὁ μὲν Σωσίᾱς πάρεστιν, ὁ δὲ Τροχίλος ἄπεστιν. ὁ Γρηγόριος, ἡ Εὐγενίᾱ, καὶ ὁ Σωσίᾱς πάρεισιν. Σωσίᾱς· «ἰδού, ὁ δοῦλός σου ἐνθάδε ἐστίν.» Γρηγόριος· «τί; εἷς μόνος δοῦλος πάρεστιν; ποῦ εἰσιν οἱ ἄλλοι; ποῦ ἐστιν ὁ Τροχίλος; κάλει τὸν Τροχίλον.» ὁ δὲ Σωσίᾱς καλεῖ Τροχίλον, «Τροχίλε, ἐλθέ». Τροχίλος δὲ οὐκ ἀκούει τοῦ Σωσίου, οὐδὲ ἔρχεται. ὁ οὖν Σωσίᾱς πάλιν καλεῖ αὐτόν, «ἐλθέ, ὦ Τροχίλε». ὁ Τροχίλος ἔρχεται, καὶ νῦν δύο δοῦλοι πάρεισιν. ## μέρος γ’ ὁ μὲν οὖν Τροχίλος ἐρωτᾷ τὸν Σωσίᾱν, «τί ἐστιν, ὦ Σωσίᾱ;» ὁ γὰρ Τροχίλος οὐκ ὁρᾷ τὸν κῡ́ριον. ὁ δὲ Σωσίᾱς ἀποκρῑ́νεται, «στ! ἆρα μὴ ὁρᾷς τὸν κῡ́ριον; ἀσπάζου αὐτόν!» ὁ οὖν Τροχίλος ἀσπάζεται τὸν Γρηγόριον, «χαῖρε, ὦ κῡ́ριε.» ὁ δὲ Γρηγόριος ἀσπάζεται αὐτόν, «χαῖρε καὶ σύ, δοῦλε.» ὁ δὲ Τροχίλος ἐρωτᾷ αὐτόν, «τί ἐστιν, ὦ κῡ́ριε; διὰ τί καλεῖς με; ἆρά ἐστιν διότι ὁ Κοΐντος οὐκ ἔστι παῖς ἀγαθός;» Γρηγόριος· «στ! σῑ́γᾱ, δοῦλε. σῑ́γᾱ καὶ ἄκουσον». ὁ μὲν δοῦλος σῑγᾷ, ὁ δὲ κῡ́ριος λέγει, «ἐν τῷ οἰνῶνί μού εἰσιν μόνον ἕνδεκα πίθοι οἴνου. ποῦ ἐστιν ὁ ἄλλος πίθος;» ὁ μὲν δοῦλος σῑγᾷ, οὐδὲ ἀποκρῑ́νεται. ἡ δὲ Εὐγενίᾱ λέγει, «ἀποκρῑ́νου, Τροχίλε! ὁ γὰρ κῡ́ριος ἐρωτᾷ σε.» ὁ οὖν Τροχίλος ἀποκρῑ́νεται, «ὁ οἶνός σου οὐκ ἐνθάδε ἐστίν. οὐκ οἶδα ἐγώ. ἐρώτᾱ Σωσίᾱν!» ὁ μὲν οὖν Γρηγόριος νῦν τὸν Σωσίᾱν ἐρωτᾷ, «ποῦ ἐστιν ὁ οἶνός μου, Σωσίᾱ;» ὁ δὲ Σωσίᾱς οὐδὲν ἀποκρῑ́νεται. ὁ δὲ Γρηγόριος πάλιν ἐρωτᾷ αὐτόν, «ἀποκρῑ́νου, δοῦλε, ποῦ ἐστιν ὁ ἄλλος πίθος;» ὁ μὲν οὖν Σωσίᾱς οὐ λέγει, ὁ δὲ Τροχίλος ἀποκρῑ́νεται, «ὁ Σωσίᾱς ἔχει τὸν πίθον σου!» ἡ δὲ Εὐγενίᾱ λέγει, «ἄκουσον, Σωσίᾱ, ὁ Τροχίλος κατηγορεῖ σου. λέγει οὗτος ὅτι σὺ ἔχεις τὸν πίθον τοῦ κῡρίου.» ὁ δὲ Σωσίᾱς· «τί, τίνος κατηγορεῖ ὁ Τροχίλος; ἐμοῦ; οὐκ ἔχω τὸν πίθον.» Γρηγόριος δὲ λέγει, «σῑ́γᾱ, Τροχίλε. ὁ δοῦλος ὃς δούλου ἄλλου κατηγορεῖ, οὐκ ἔστιν δοῦλος ἀγαθός, ἀλλὰ πονηρός». σῑγᾷ οὖν ὁ Τροχίλος. οὐκ οὖν κατηγορεῖ τοῦ Σωσίου ὁ Γρηγόριος, ἀλλὰ ἐρωτᾷ αὐτόν, «ἆρα ἔχεις τὸν πίθον μου;» Σωσίᾱς· «οὐδαμῶς, κῡ́ριε. τὸν πίθον σου οὐκ ἔχω.» ὁ Γρηγόριος, «τί δή; ἐλθὲ μετ’ ἐμοῦ. ἔλθετε πάντες» πάντες οὖν ἔρχονται. ποῦ ἔρχονται; εἰς τὸ οἴκημα τοῦ Σωσίου. τί ἐστιν ἐν τῷ οἰκήματι τοῦ Σωσίου; οὐ πολλά ἐν τῷ οἰκήματι αὐτοῦ ἐστιν. ἔστιν κλῑ́νη. πάρεισιν δύο κλῖναι ἐν τῷ οἰκήματι. καὶ ἔστιν ἄλλη κλῑ́νη. ἡ μὲν κλῑ́νη τοῦ Σωσίου, ἡ δὲ κλῑ́νη ἔστι δούλου ἄλλου. ὁ μὲν οὖν Γρηγόριος ὁρᾷ πάντα ἐν τῷ οἰκήματι. ὁ πίθος οὐ πάρεστιν. οὐδὲν πάρεστιν. ὁ οὖν Γρηγόριος λέγει τῇ Εὐγενίᾳ, «ἰδού, ὁ Σωσίᾱς ἐστὶν δοῦλος ἀγαθός. τὸν πίθον μου οὐκ ἔχει.» ἔπειτα δὲ λέγει τῷ Σωσίᾳ, «ὦ Σωσίᾱ, ὕπαγε ἀγαθὲ δοῦλε, σὺ γὰρ οὐκ ἔχεις τὸν πίθον μου.» ὁ οὖν Σωσίᾱς ὑπάγει. νῦν οἱ ἄλλοι ἔρχονται εἰς τὸ οἴκημα τοῦ Τροχίλου. ἐν τῷ γὰρ οἰκήματι τοῦ Τροχίλου εἰσὶν πολλαὶ κλῖναι, ὅτι πολλοὺς παῖδας καὶ θυγατέρας ἔχει ὁ Τροχίλος. ἀλλ’ οὐκ ἔστιν πίθος ἐν τῷ οἰκήματι. ὁ μὲν οὖν Γρηγόριος ἐρωτᾷ, «ποῦ οὖν ὁ πίθος μου; ἆρα οὐκ ἔχεις; τίς οὖν ἔχει αὐτόν;» ὁ δὲ Τροχίλος ἀποκρῑ́νεται, «οὐκ οἶδα. ἀλλὰ οὐκ ἔστιν ἐν τῷ οἰκήματι μου. οὐδὲ ἔχω τὸν πίθον σου. εἰμὶ δοῦλος ἀγαθός.» ἀποκρῑ́νεται οὖν ὁ κῡ́ριος, «ἀγαθὸς εἶ. ὕπαγε καὶ σύ.» ὁ δὲ ὑπάγει. νῦν μόνον πάρεισιν ὁ Γρηγόριος καὶ ἡ Εὐγενίᾱ. πάλιν ὁ Γρηγόριος ἐρωτᾷ, «ποῦ ὁ πίθος τοῦ οἴνου;» ἡ δὲ Εὐγενίᾱ οὐδὲν ἀποκρῑ́νεται. ἀλλὰ ἐν τῷ οἰκήματι τῆς Εὐγενίᾱς ἐστιν κλῑ́νη. καὶ ὑπὸ τῇ κλῑ́νῃ ἐστιν πίθος. ἆρα οἶνος ἐν τῷ πίθῳ ἐστίν; οὐκ ἔστιν οἶνος ἐν τῷ πίθῳ, νῦν γε.