Κεφάλαιον δ’

μέρος α’

ἰδού, ἡ τράπεζα
τί ἐστιν ἐπὶ τῆς τραπέζης; σῦκα ἐπὶ τῆς τραπέζης ἐστίν.
τίς πάρεστιν; ἆρα ἡ Εὐγενίᾱ πάρεστιν; οὐχί, ἡ Εὐγενίᾱ οὐ πάρεστιν. οὐδεὶς πάρεστιν.

ὁ Κοΐντος ἔρχεται εἰς τὸν οἶκον.
νῦν, ὁ Κοΐντος πάρεστιν. τίς ἐστιν ὁ Κοΐντος; ἔστιν ὁ υἱὸς τοῦ Τροχίλου. ὁ Τροχίλος ἐστὶν δοῦλος. ὁ υἱὸς τοῦ δούλου, καὶ δοῦλός ἐστιν. ὁ οὖν Κοΐντος ἐστὶ δοῦλος.

ὁ οὖν Κοΐντος ὁρᾷ τὰ σῦκα ἐπὶ τῆς τραπέζης.
ἔπειτα δὲ ὁ Κοΐντος αἴρει σῦκον.
καὶ ἐσθίει αὐτό.
καὶ ἐσθίει ἄλλο σῦκον. ἐσθίει οὖν πολλὰ σῦκα.

μέρος β’

ὁ Τίτος καὶ ἡ Σωφρονίᾱ ἔρχονται εἰς τὸν οἶκον. νῦν δέ, τρεῖς ἄνθρωποι πάρεισιν. δύο μὲν παῖδες πάρεισιν, μία δὲ κόρη.
ὁ Τίτος ὁρᾷ τὰ σῦκα ἐπὶ τῆς τραπέζης. καὶ ἡ Σωφρονίᾱ ὁρᾷ αὐτά. ὁ Τίτος αἴρει σῦκον. ἆρα καὶ ἡ Σωφρονίᾱ αἴρει σῦκον; ναί, αἴρει σῦκον. καὶ ὁ Τίτος καὶ ἡ Σωφρονίᾱ αἴρουσιν σῦκα. καὶ ἐσθίουσιν αὐτά.

μέρος γ’

ἰδού, ἄρτος ἐστίν.
ὁ ἄρτος ἐπὶ τῆς τραπέζης ἐστίν. καὶ ἰδού, μάχαιρα πάρεστιν.
ἡ μάχαιρά ἐστιν ἐπὶ τῆς τραπέζης. ἡ μάχαιρα καὶ ὁ ἄρτος καὶ τὰ σῦκα ἐπὶ τῆς τραπέζης εἰσίν.

ὁ Δημήτριος ἔρχεται εἰς τὸν οἶκον. πόσοι οὖν πάρεισιν; τέσσαρες πάρεισιν, τρεῖς μὲν παῖδες, μία δὲ κόρη.

τίνες νῦν πάρεισιν; ὁ Δημήτριος, ὁ Κοΐντος, ὁ Τίτος, καὶ ἡ Σωφρονίᾱ πάρεισιν. ὁ μὲν Κοΐντος αἴρει σῦκον καὶ ἐσθίει αὐτό.
ὁ δὲ Τίτος αἴρει ἄρτον καὶ ἐσθίει αὐτόν.

ὁ δὲ Δημήτριος αἴρει τὴν μάχαιραν.
ὁ οὖν Δημήτριος τέμνει τὸν Κοΐντον.
αἰαῖ!

διὰ τί ὁ Δημήτριος τέμνει τὸν Κοΐντον;
διότι ὁ Κοΐντος ἐστὶ δοῦλος. ὁ γὰρ υἱὸς δούλου καί ἐστιν δοῦλος. ἆρα ὁ Δημήτριός ἐστιν δοῦλος; οὐδαμῶς, ὁ Δημήτριός ἐστιν υἱὸς τοῦ κῡρίου. ὁ γὰρ Γρηγόριος κῡ́ριός ἐστιν. ὁ οὖν Δημήτριος ἐλεύθερός ἐστιν.

τίνος ἐστὶν ὁ ἄρτος; ὁ ἄρτος ἐστὶ τῆς Εὐγενίᾱς. καί ἐστιν ὁ ἄρτος τοῦ Γρηγορίου. ὁ οὖν ἄρτος ἐστιν ἄρτος τοῦ κῡρίου. οὐκ ἔστιν ἄρτος τοῦ δούλου.

τίνος δέ ἐστιν τὰ σῦκα; καὶ τὰ σῦκά ἐστιν τοῦ κῡρίου. οὐκ ἔστι τὰ σῦκα τοῦ δούλου.

ὁ μὲν οὖν Δημήτριος, ὁ ἐλεύθερος παῖς, τέμνει τὸν Κοΐντον, τὸν δοῦλον. ὁ δὲ Κοΐντος δακρῡ́ει.
δακρῡ́ει καὶ δακρῡ́ει. καὶ ἡ Σωφρονίᾱ δακρῡ́ει. ὁ Κοΐντος καὶ ἡ Σωφρονίᾱ δακρῡ́ουσιν.

μέρος δ’

ὁ μὲν οὖν Τίτος ὑπάγει.
ὑπάγει ἐκ τοῦ οἴκου. νῦν, πάρεισιν μὲν ὁ Δημήτριος, ὁ Κοΐντος, καὶ ἡ Σωφρονίᾱ, ἄπεστιν δὲ ὁ Τίτος.

ὁ μὲν Κοΐντος δακρῡ́ει, ὁ δὲ Δημήτριος οὐ δακρῡ́ει. τί οὖν ποιεῖ ὁ Δημήτριος; τίθησιν τὴν μάχαιραν ἐπὶ τὴν τράπεζαν.
αἴρει οὖν ἄρτον, καὶ ἐσθίει αὐτόν.

ὁ μὲν οὖν Τίτος πάλιν ἔρχεται εἰς τὸν οἶκον. οὐ μόνον Τίτος ἔρχεται εἰς τὸν οἶκον, ἀλλὰ καὶ ὁ Τροχίλος εἰς τὸν οἶκον ἔρχεται. ὁ Τίτος καὶ ὁ Τροχίλος ἔρχονται εἰς τὸν οἶκον.

ὁ δὲ Τροχίλος ὁρᾷ τὸν Κοΐντον. καὶ ὁρᾷ τὴν Σωφρονίᾱν. οὐχ ὁρᾷ τὸν Δημήτριον. ὁ Τροχίλος λέγει, «διὰ τί ὁ Κοΐντος δακρῡ́ει;» ὁ δὲ Τίτος ἀποκρῑ́νεται, «διότι ὁ Δημήτριος τέμνει αὐτόν.» ὁ δὲ Τροχίλος, «τί δή; παῖς τέμνει παῖδα; ἀλλὰ διὰ τί ἡ Σωφρονίᾱ δακρῡ́ει; ἆρα ὁ Δημήτριος τέμνει αὐτήν;» ὁ δὲ Τίτος ἀποκρῑ́νεται, «οὐχί, ὁ Δημήτριος οὐ τέμνει κόρην. μόνον τέμνει τὸν Κοΐντον. ἡ δὲ Σωφρονίᾱ δακρῡ́ει ὅτι ὁ Δημήτριος τέμνει τὸν Κοΐντον.» ὁ δὲ Τροχίλος ἀποκρῑ́νεται, «ἀγαθή ἐστιν ἡ Σωφρονίᾱ. ἀλλὰ διὰ τί ὁ Δημήτριος τέμνει τὸν Κοΐντον; οὐκ ἀγαθός ἐστιν παῖς ὃς τέμνει ἄλλον παῖδα.» ὁ δὲ Δημήτριος λέγει, «ἀλλὰ, οὐκ ἀγαθός ἐστιν δοῦλος ὃς ἐσθίει τὸν ἄρτον τοῦ κῡρίου!» νῦν δὲ ὁ Τροχίλος ὁρᾷ τὸν Δημήτριον. ὁ δὲ Τροχίλος λέγει, «οὐκ ἀγαθός ἐστιν ὁ κῡ́ριος ὃς τέμνει δοῦλον!» ὁ μὲν οὖν Τροχίλος αἴρει τὴν μάχαιραν. ἔπειτα δέ, τί ποιεῖ ὁ Τροχίλος; ὑπάγει ἐκ τοῦ οἴκου… ## μέρος ε’ καὶ ὁ Τροχίλος καὶ ὁ Γρηγόριος ἔρχονται εἰς τὸν οἶκον. νῦν δὲ πάρεισιν ἐν τῷ οἴκῳ ὁ Τροχίλος, ὁ Γρηγόριος, ὁ Δημήτριος, καὶ ὁ Κοΐντος. τέσσαρες πάρεισιν. ἆρα ἡ Σωφρονίᾱ νῦν πάρεστιν; οὐ πάρεστιν, ἀλλὰ ἄπεστιν ἡ Σωφρονίᾱ. καὶ ὁ Τίτος πάρεστιν; οὐ πάρεστιν, ἀλλὰ οὗτος καὶ ἄπεστιν.

ὁ Τροχίλος λέγει· «κῡ́ριε, ὁ παῖς σου, ὁ Δημήτριος, τέμνει τὸν παῖδα μου, τὸν Κοΐντον! οὐκ ἔστιν ἀγαθὸς παῖς ὃς τέμνει παῖδα.» ὁ Γρηγόριος λέγει· «ἆρα ὁ Δημήτριος, ὁ παῖς μου, τέμνει παῖδα; οὐκ ἔστιν ἀγαθὸς παῖς ὁ Δημήτριος!» ὁ οὖν Γρηγόριος ἐρωτᾷ τὸν Δημήτριον, «ἆρά ἐστιν τὰ ἀληθῆ; σὺ τέμνεις τὸν Κοΐντον;»

ὁ δὲ Δημήτριος ἀποκρῑ́νεται, «ναί, ἐγὼ τέμνω τὸν Κοΐντον. ὁ γὰρ Κοΐντος οὐκ ἔστιν ἀγαθὸς παῖς. τὰ γὰρ σῦκα ἐσθίει οὗτος. ὁ ἀγαθὸς δοῦλος οὐκ ἐσθίει τὰ σῦκα τοῦ κῡρίου.»

ὁ δὲ Τροχίλος ἐρωτᾷ τὸν Κοΐντον, «ἆρά ἐστιν τὰ ἀληθῆ; σὺ ἐσθίεις τὰ σῦκα τοῦ κῡρίου; ὁ ἀγαθὸς παῖς οὐκ ἐσθίει τὰ σῦκα τοῦ κῡρίου!» ὁ δὲ Κοΐντος ἀποκρῑ́νεται οὐδέν.

ὁ οὖν Γρηγόριος λέγει· «ὁ ἀγαθὸς παῖς οὐκ ἐσθίει τὰ τοῦ κῡρίου σῦκα, οὐδὲ ὁ ἀγαθὸς παῖς τέμνει παῖδα. κολάζω οὖν τὸν παῖδα μου. κόλαζε καὶ σύ, ὦ Τροχίλε, τὸν παῖδα σου.» οὕτως λέγει ὁ Γρηγόριος. ὁ μὲν οὖν Τροχίλος καὶ ὁ Κοΐντος ὑπάγουσιν ἐκ τοῦ οἴκου. ὁ δὲ Γρηγόριος καὶ ὁ Δημήτριος οὐχ ὑπάγουσιν, ἀλλὰ μένουσιν ἐν τῷ οἴκῳ. ἔξω οὖν τοῦ οἴκου ὁ Τροχίλος τὸν Κοΐντον κολάζει.

πῶς κολάζει αὐτόν;

τύπτει αὐτόν. ὁ μὲν Τροχίλος τὸν υἱὸν τύπτει, ὁ δὲ Κοΐντος δακρῡ́ει.

ἐν δὲ τῷ οἴκῳ καὶ ὁ Γρηγόριος κολάζει τὸν Δημήτριον. τύπτει γὰρ αὐτόν. διὰ τί ὁ Γρηγόριος τὸν Δημήτριον κολάζει; διότι οὐκ ἔστιν ἀγαθὸς παῖς, ὃς τέμνει παῖδα. τύπτει οὖν ὁ πατὴρ τὸν υἱόν.

ὁ γὰρ Δημήτριος ἐστιν παῖς ἐλεύθερος, ἀλλ’ οὐκ ἔστιν κῡ́ριος. ἐν γὰρ τῷ οἴκῳ τοῦ Γρηγορίου, μόνον ὁ Γρηγόριος κολάζει τοὺς δούλους.