ἄνθρωπος.
εἷς ἄνθρωπος
πόσοι ἄνθρωποι; εἷς.
ἄνθρωποι. πόσοι ἄνθρωποι; δύο ἄνθρωποί εἰσιν.
τίνες εἰσὶν οἱ ἄνθρωποι; εἰσὶ Τροχίλος καὶ Γρηγόριος. τίς ἐστιν ὁ κῡ́ριος; ὁ Γρηγόριος κῡ́ριός ἐστιν. τίς οὖν ἐστι δοῦλος; ὁ Τροχίλος ἐστὶ δοῦλος.
ὁ μὲν Γρηγόριος κῡ́ριος, ὁ δὲ Τροχίλος δοῦλος. τίνος δοῦλός ἐστιν ὁ Τροχίλος; τοῦ Γρηγορίου δοῦλός ἐστιν ὁ Τροχίλος. καὶ τίνος κῡρίου ἐστιν ὁ δοῦλος ὁ Τροχίλος; ἔστι τοῦ Γρηγορίου ὁ δοῦλος ὁ Τροχίλος.
ὁ Γρηγόριος καὶ ὁ Τροχίλος εἰσὶν ἄνθρωποι. καί εἰσιν ἄνδρες. ὁ γὰρ Γρηγόριος ἐστιν ἀνήρ, καὶ ἀνήρ ἐστιν ὁ Τροχίλος. πόσοι ἄνδρες εἰσίν; δύο ἄνδρες.
ἡ Εὐγενίᾱ ἐστὶν ἄνθρωπος, ἀλλὰ οὐκ ἔστιν ἀνήρ. ἡ γὰρ Εὐγενίᾱ
γυνή ἐστιν. ἡ Εὐγενίᾱ ἐστιν μία γυνή.
τίς ἄλλη ἐστὶν γυνή; καὶ ἡ Κίλισσα γυνή ἐστιν. πόσαι γυναῖκές
εἰσιν; δύο γυναῖκές εἰσιν, ἡ Εὐγενίᾱ καὶ ἡ Κίλισσα.
τίνες εἰσὶν οἱ υἱοὶ τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίᾱς; εἰσὶν ὁ Ἀλέξιος, καὶ ὁ Δημήτριος. πόσοι υἱοί εἰσιν; δύο υἱοί εἰσιν.
πόσαι θυγατέρες εἰσὶν τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίᾱς; δύο θυγατέρες εἰσίν. τίνες εἰσίν; εἰσὶν ἡ Εἰρήνη καὶ ἡ Σοφίᾱ.
πόσοι υἱοὶ τοῦ Τροχίλου εἰσὶν ἐν τῷ οἴκῳ; τέσσαρές εἰσιν. τίνες εἰσὶν οἱ υἱοὶ τοῦ Τροχίλου; εἰσὶ Μάρκος, Κοΐντος, Τίτος, καὶ Οὐῑ́βιος.
ἀλλὰ καὶ θυγατέρες εἰσὶν τοῦ Τροχίλου καὶ τῆς Κιλίσσης. πόσαι θυγατέρες; δύο θυγατέρες εἰσιν τῆς Κιλίσσης. τίνες εἰσὶν αἱ θυγατέρες τῆς Κιλίσσης; αἱ θυγατέρες τῆς Κιλίσσης εἰσὶν ἡ Σωφρονίᾱ καὶ ἡ Φοίβη.
πόσαι οὖν κόραι εἰσὶν ἐν τῷ οἴκῳ τοῦ Γρηγορίου; τέσσαρες κόραι εἰσιν, αἱ μὲν δύο θυγατέρες τοῦ Γρηγορίου, αἱ δὲ δύο θυγατέρες τοῦ Τροχίλου. πόσοι οὖν παῖδές εἰσιν ἐν τῷ οἴκῳ; ἓξ παῖδές εἰσιν, οἱ μὲν δύο τῆς Εὐγενίᾱς, οἱ δὲ τέσσαρες τῆς Κιλίσσης.
τέκνον
τέκνον ἐστὶν παῖς ἢ κόρη. πόσα τέκνα ἐστὶν ἐν τῷ οἴκῳ; δέκα τέκνα
ἐστίν, ἓξ παῖδες καὶ τέσσαρες κόραι.
σῦκον.
ἰδού, σῦκόν ἐστιν. τὸ σῦκον.
ποῦ ἐστιν τὸ σῦκον; τὸ σῦκόν ἐστιν ἐν τῷ οἴκῳ. τίνος ὁ οἶκος; ὁ
οἶκος τοῦ Γρηγορίου. ποῦ ἐστιν ὁ οἶκος τοῦ Γρηγορίου; ὁ οἶκος τοῦ
Γρηγορίου ἐστὶν ἐν τῇ Ἀντιοχείᾳ.
ἰδού, ἡ Εὐγενίᾱ!
ἡ Εὐγενίᾱ νίπτει.
τί νίπτει ἡ Εὐγενίᾱ; ἡ Εὐγενίᾱ νίπτει τὸ σῦκον.
νῦν δὲ, ἡ Εὐγενίᾱ τέμνει.
τί τέμνει ἡ Εὐγενίᾱ; τέμνει τὸ σῦκον ἡ Εὐγενίᾱ.
πρῶτον μὲν τὸ σῦκον νίπτει ἡ Εὐγενίᾱ, ἔπειτα δὲ τέμνει.
ἰδού, τράπεζα. ἡ τράπεζά ἐστιν ἐν τῷ οἴκῳ τῆς Εὐγενίᾱς. ἡ
Εὐγενίᾱ νῦν τίθησιν τὸ σῦκον ἐπὶ τὴν τράπεζαν.
ποῦ τίθησιν τὸ σῦκον; ἐπὶ τὴν τράπεζαν.
ἰδού, ἡ ἄνθρωπος! τίς ἐστιν ἡ ἄνθρωπος; ἔστιν ἡ Εὐγενίᾱ; καὶ ποῦ ἐστιν ἡ Εὐγενίᾱ; ἡ Εὐγενίᾱ ἐστὶν ἐν τῷ οἴκῳ.
ἐν οὖν τῷ οἴκῳ ἡ Εὐγενίᾱ νίπτει. νίπτει σῦκον. καὶ νίπτει σῦκον. νίπτει σῦκον καὶ σῦκον. νίπτει οὖν πολλὰ σῦκα. πόσα σῦκα νίπτει ἡ Εὐγενίᾱ; πολλὰ σῦκα νίπτει ἡ Εὐγενίᾱ ἐν τῷ οἴκῳ.
ἐπεὶ νίπτει τὰ σῦκα, τέμνει τὰ σῦκα ἡ Εὐγενίᾱ. τέμνει σῦκον. καὶ τέμνει ἄλλο σῦκον. καὶ τέμνει πολλὰ σῦκα.
πρῶτον μὲν νίπτει τὰ σῦκα, ἔπειτα δὲ τέμνει τὰ σῦκα.
ἐπεὶ τέμνει τὰ σῦκα, τί ποιεῖ ἡ Εὐγενίᾱ; τίθησιν τὰ σῦκα ἐπὶ τὴν τράπεζαν. ἰδού, ἡ τράπεζα καὶ τὰ σῦκα.
ποῦ ἐστιν τὰ σῦκα; τὰ σῦκά ἐστιν ἐπὶ τῆς τραπέζης.
νῦν πολλὰ σῦκα ἐπὶ τῆς τραπέζης ἐστίν.
ἡ οὖν Εὐγενίᾱ αἴρει σῦκον.
αἴρει σῦκον ἀπὸ τῆς τραπέζης.
ἔπειτα δέ, ἐσθίει τὸ σῦκον ἡ Εὐγενίᾱ.
ἐπεὶ ἐσθίει σῦκον ἡ Εὐγενίᾱ, αἴρει ἄλλο σῦκον. καὶ ἄλλο σῦκον ἡ
Εὐγενίᾱ ἐσθίει.
ἡ Εὐγενίᾱ καλεῖ.
ἡ Εὐγενίᾱ καλεῖ τὸν Ἀλέξιον, «Ἀλέξιε, ἐλθέ» ὁ οὖν Ἀλέξιος ἔρχεται.
ὁ Ἀλέξιος αἴρει σῦκον, καὶ ἐσθίει αὐτό.
ἔπειτα δὲ ἡ μὲν Εὐγενίᾱ καλεῖ τὸν Δημήτριον, « Δημήτριε, ἐλθέ» ὁ δὲ Δημήτριος ἔρχεται καὶ αἴρει σῦκον καὶ ἐσθίει αὐτό.
ἔπειτα δὲ ἡ Εὐγενίᾱ καλεῖ τὴν Εἰρήνην, «Εἰρήνη, ἐλθέ» καὶ ἡ Εἰρήνη ἔρχεται, αἴρει δύο σῦκα, καὶ ἐσθίει αὐτά.
τέλος δὲ ἡ Εὐγενίᾱ τὴν Σοφίᾱν καλεῖ, «ἐλθέ, Σοφίᾱ» ἔρχεται καὶ ἡ Σοφία. οὐκ αἴρει σῦκον. οὐκ ἐσθίει σῦκον.
διὰ τί ἡ Σοφίᾱ οὐκ αἴρει οὐδὲ ἐσθίει σῦκον; διότι οὐκ ἔστιν
σῦκον ἐπὶ τῆς τραπέζης.
ὁ γὰρ Ἀλέξιος, καὶ ὁ Δημήτριος, καὶ ἡ Εἰρήνη ἐσθίουσιν πάντα τὰ
σῦκα. ἡ οὖν Σοφίᾱ οὐκ ἐσθίει σῦκον.
ἡ μὲν οὖν Σοφίᾱ ὑπάγει.
ἡ δὲ Εὐγενίᾱ λέγει τῇ Εἰρήνῃ, «ὕπαγε, Εἰρήνη» ἡ δὲ Εἰρήνη
ὑπάγει.
ποῦ εἰσιν ἡ Εὐγενίᾱ, ὁ Ἀλέξιος, καὶ ὁ Δημήτριος; ἐν τῷ οἴκῳ
εἰσίν.
καὶ ποῦ εἰσιν ἡ Σοφίᾱ καὶ ἡ Εἰρήνη; ἔξω τοῦ οἴκου εἰσίν.
ἡ Σοφίᾱ λέγει, «οὐκ ἔστιν σῦκον!» ἡ Εἰρήνη λέγει, «ἀλλά, ἰδού!
σῦκον πάρεστιν.» καὶ ἰδού, ἡ Εἰρήνη αἴρει σῦκον.
ἡ Σοφίᾱ αἴρει τὸ σῦκον καὶ ἐσθίει αὐτό.
ὁ μὲν Ἀλέξιος ἐσθίει ἓν σῦκον. ὁ δὲ Δημήτριος ἐσθίει ἓν σῦκον. καὶ ὁ Ἀλέξιος καὶ ὁ Δημήτριος ἐσθίουσιν δύο σῦκα. ἔπειτα δὲ, ἡ Εἰρήνη ἐσθίει ἓν σῦκον. οἱ τρεῖς παῖδες ἐσθίουσιν τρία σῦκα. ἀλλὰ καὶ ἡ Εὐγενίᾱ ἐσθίει δύο σῦκα. οἱ τέσσαρες ἄνθρωποι οὖν ἐσθίουσιν πέντε σῦκα. καὶ ἡ Σοφίᾱ ἐσθίει ἓν σῦκον! οἱ πέντε ἄνθρωποι ἓξ σῦκα ἐσθίουσιν.