ὁ ἄνθρωπος. τίς ἐστιν ὁ ἄνθρωπος; ὁ ἄνθρωπός ἐστιν Γρηγόριος.
ἡ ἄνθρωπος. τίς ἐστιν ἡ ἄνθρωπος; ἡ ἄνθρωπός ἐστιν Εὐγενίᾱ.
ὁ Γρηγόριός ἐστιν ἀνήρ. ἀνήρ. ἀνήρ ἐστιν ὁ Γρηγόριος. ἆρα ὁ Γρηγόριός ἐστιν ἀνήρ; ναί. ναί, ἀνήρ ἐστιν ὁ Γρηγόριος.
ἡ Εὐγενίᾱ ἐστιν γυνή. γυνή. γυνή ἐστιν ἡ Εὐγενίᾱ. ἆρα ἡ Εὐγενίᾱ ἐστὶ γυνή; ναί. ναί, γυνή ἐστιν ἡ Εὐγενίᾱ.
ἆρα μὴ ὁ Γρηγόριός ἐστι γυνή; οὔ. ὁ Γρηγόριος οὐκ ἔστιν γυνή. ἀλλὰ ὁ Γρηγόριος ἀνήρ ἐστιν.
ἆρα μὴ ἡ Εὐγενίᾱ ἐστὶν ἀνήρ; οὔ. ἡ Εὐγενίᾱ οὐκ ἔστιν ἀνήρ. ἀλλὰ γυνή ἐστιν ἡ Εὐγενίᾱ.
ὁ Γρηγόριος ἐστιν ἀνὴρ Ἑλληνικός. ἡ Εὐγενίᾱ ἐστιν γυνὴ Ἑλληνική. ὁ Γρηγόριος ἐστιν ἄνθρωπος Ἑλληνικὸς καὶ ἡ Εὐγενίᾱ ἐστὶ γυνὴ Ἑλληνική. ὁ οὖν Γρηγόριος καὶ ἡ Εὐγενίᾱ εἰσὶν ἄνθρωποι Ἑλληνικοί.
ὁ Ἀλέξιος παῖς ἐστιν. παῖς. καὶ ὁ Δημήτριος παῖς ἐστιν. ὁ
Ἀλέξιος καὶ ὁ Δημήτριος παῖδές εἰσιν.
παῖς Ἑλληνικός ἐστιν ὁ Ἀλέξιος. καὶ παῖς Ἑλληνικὸς ὁ Δημήτριός
ἐστιν. εἰσὶ παῖδες Ἑλληνικοί.
ἡ Εἰρήνη ἐστιν κόρη. κόρη Ἑλληνική ἐστιν ἡ Εἰρήνη. καὶ ἡ Σοφίᾱ κόρη Ἑλληνική ἐστιν. καὶ ἡ Σοφίᾱ καὶ ἡ Εἰρήνη εἰσὶ κόραι Ἑλληνικαί.
τίς ἐστι παῖς; ὁ Ἀλέξιός ἐστιν παῖς. τίς ἄλλος ἐστὶ παῖς; καὶ ὁ Δημήτριος παῖς ἐστιν. τίς ἐστι κόρη; ἡ Εἰρήνη ἐστὶ κόρη. τίς ἄλλη κόρη ἐστίν; καὶ ἡ Σοφίᾱ κόρη ἐστίν. οἱ μὲν παῖδές εἰσιν ὁ Δημήτριος καὶ ὁ Ἀλέξιος. αἱ δὲ κόραι εἰσὶν ἡ Εἰρήνη καὶ ἡ Σοφίᾱ.
τίνες οὖν εἰσιν οἱ παῖδες; ὁ Δημήτριος καὶ ὁ Ἀλέξιός εἰσιν οἱ παῖδες. τίνες αἱ κόραι εἰσίν; αἱ κόραι ἡ Εἰρήνη καὶ ἡ Σοφίᾱ εἰσίν.
ὁ μὲν Γρηγόριός ἐστιν ἀνὴρ Ἑλληνικός. ὁ δὲ Ἀλέξιός ἐστιν παῖς Ἑλληνικός. τίς ἐστιν ὁ πατήρ; ὁ Γρηγόριος πατήρ ἐστιν. ὁ Γρηγόριός ἐστιν ὁ πατὴρ τοῦ Ἀλεξίου. τίς οὖν ἐστιν ἡ μήτηρ τοῦ Ἀλεξίου; ἡ Εὐγενίᾱ ἐστὶν ἡ μήτηρ τοῦ Ἀλεξίου! ὁ πατὴρ τοῦ Ἀλεξίου ἐστὶν ὁ Γρηγόριος, καὶ ἡ μήτηρ τοῦ Ἀλεξίου ἐστὶν ἡ Εὐγενίᾱ. τίς ἐστιν ὁ πατὴρ τοῦ Δημητρίου; καὶ τίς ἐστιν ἡ μήτηρ; τοῦ Δημητρίου ὁ πατήρ ἐστιν ὁ Γρηγόριος καὶ ἡ μήτηρ ἐστὶν ἡ Εὐγενίᾱ. πατὴρ καὶ τοῦ Δημητρίου καὶ τοῦ Ἀλεξίου ἐστὶν ὁ Γρηγόριος. ὁ Δημήτριός ἐστιν υἱός. ἔστι ὁ υἱὸς τοῦ Γρηγορίου. τίς ἐστιν πατήρ, καὶ τίς ἐστιν υἱός; ὁ μὲν Γρηγόριος πατήρ ἐστιν, ὁ δὲ Δημήτριος υἱός. τίνος υἱός ἐστιν ὁ Δημήτριος; τοῦ Γρηγορίου υἱός ἐστιν ὁ Δημήτριος. τίνος υἱός ἐστιν ὁ Ἀλέξιος; τοῦ Γρηγορίου υἱός ἐστιν ὁ Ἀλέξιος.
ἡ Εὐγενίᾱ ἐστιν ἡ μήτηρ τοῦ Ἀλεξίου. τίνος οὖν υἱὸς ἐστιν ὁ Ἀλέξιος; καὶ τῆς Εὐγενίᾱς υἱός ἐστιν ὁ Ἀλέξιος. ὁ γὰρ Ἀλέξιός ἐστιν ὁ υἱὸς τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίᾱς. τίνος υἱός ἐστιν ὁ Δημήτριος; τῆς Εὐγενίᾱς υἱός ἐστιν ὁ Δημήτριος. τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίᾱς υἱός ἐστιν ὁ Δημήτριος. ὁ οὖν Ἀλέξιος καὶ ὁ Δημήτριός εἰσιν οἱ υἱοὶ τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίᾱς.
ἆρα μὴ ἡ Εἰρήνη καὶ ἡ Σοφίᾱ υἱοί; οὔ. οὐκ εἰσὶν υἱοί. ἡ γὰρ Εἰρήνη καὶ ἡ Σοφίᾱ οὐκ εἰσὶν υἱοί, ἀλλὰ θυγατέρες! ἡ οὖν Εἰρήνη θυγάτηρ ἐστίν, καὶ ἡ Σοφίᾱ θυγάτηρ ἐστίν. τίνος θυγάτηρ ἐστὶν ἡ Εἰρήνη; τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίᾱς θυγάτηρ ἐστὶν ἡ Εἰρήνη. ἆρα οὐ τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίᾱς θυγάτηρ ἐστιν ἡ Σοφίᾱ; ναί, καὶ ἡ Σοφίᾱ ἐστὶ θυγάτηρ τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίᾱς. ὁ γὰρ πατὴρ τῆς Σοφίᾱς ἐστιν ὁ Γρηγόριος, καὶ ἡ μήτηρ τῆς Σοφίᾱς ἐστὶν ἡ Εὐγενίᾱ. ἆρα οὐχ ὁ πατὴρ τῆς Εἰρήνης ἐστιν ὁ Γρηγόριος; ναί, τῆς Εἰρήνης πατήρ ἐστιν ὁ Γρηγόριος. καὶ τῆς Εἰρήνης μήτηρ ἐστὶν ἡ Εὐγενίᾱ.
ὁ Γρηγόριος, ἡ Εὐγενίᾱ, ὁ Ἀλέξιος, ὁ Δημήτριος, ἡ Εἰρήνη, καὶ ἡ Σοφίᾱ εἰσὶν οἶκος. εἰσὶν οἶκος Ἑλληνικός.
ἔστιν ἄλλος οἶκος. ἡ γυνὴ ἐν τῷ οἴκῳ ἐστὶν Κίλισσα. ἆρα ἡ
Κίλισσά ἐστιν γυνὴ Ἑλληνική; οὐκ ἔστιν γυνὴ Ἑλληνική, ἀλλὰ γυνὴ
Συριακή.
ὁ ἀνὴρ ἐν τῷ οἴκῳ ἐστὶ Τροχίλος. ἆρα Ἑλληνικὸς ἀνήρ ἐστιν ὁ
Τροχίλος; οὔ, οὐκ ἔστιν ἀνὴρ Ἑλληνικὸς ὁ Τροχίλος, ἀλλὰ ἀνὴρ
Ῥωμαϊκός.
ἆρά εἰσιν παῖδες; ναί, εἰσίν. τίνες εἰσὶν οἱ παῖδες; οἱ παῖδες ἐν τῷ οἴκῳ εἰσὶν Μάρκος , Κοΐντος, Τίτος, καὶ Οὐῑ́βιος. τίνος υἱός ἐστιν ὁ Μάρκος; τοῦ Τροχίλου υἱὸς ὁ Μάρκος ἐστίν. ὁ Κοΐντος καὶ ὁ Τίτος εἰσὶν υἱοὶ τοῦ Τροχίλου. τίς ἄλλος ἐστὶν υἱὸς τοῦ Τροχίλου; καὶ ὁ Οὐῑ́βιός ἐστιν υἱὸς τοῦ Τροχίλου. τίς ἐστιν ἡ μήτηρ τοῦ Μάρκου; ἡ Κίλισσά ἐστιν ἡ μήτηρ τοῦ Μάρκου.
ἆρά εἰσιν κόραι ἐν τῷ οἴκῳ; ναί, καὶ κόραι εἰσὶν ἐν τῷ οἴκῳ. ἡ Σωφρονίᾱ ἐστὶν κόρη ἐν τῷ οἴκῳ, καὶ ἡ Φοίβη κόρη ἐστίν. καὶ ἡ Σωφρονίᾱ καὶ ἡ Φοίβη εἰσιν θυγατέρες τοῦ Τροχίλου καὶ τῆς Κιλίσσης. αἱ θυγατέρες τῆς Κιλίσσης εἰσὶν ἡ Σωφρονίᾱ καὶ ἡ Φοίβη.
ὁ Γρηγόριός ἐστιν ἀνήρ Ἑλληνικός. ἆρα ἡ Εὐγενίᾱ καὶ Ἑλληνική ἐστιν; ναί, γυνὴ Ἑλληνική ἐστιν ἡ Εὐγενίᾱ. οἱ υἱοὶ τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίᾱς εἰσὶ παῖδες Ἑλληνικοί. αἱ δὲ θυγατέρες τοῦ Γρηγορίου καὶ τῆς Εὐγενίᾱς εἰσὶ κόραι Ἑλληνικαί. ἆρα μὴ ὁ Τροχίλος ἀνήρ Ἑλληνικός ἐστιν; οὐχί, ὁ Τροχίλος οὐκ ἔστιν ἀνὴρ Ἑλληνικός, ἀλλὰ Ῥωμαϊκός. ἆρα μὴ οὖν ἡ Κίλισσα γυνὴ Ἑλληνική ἐστιν; οὐκ ἔστιν Ἑλληνικὴ ἡ Κίλισσα, ἀλλὰ Συριακή. ποῦ ἐστιν ὁ οἶκος τοῦ Γρηγορίου; ὁ οἶκος τοῦ Γρηγορίου ἐστιν ἐν τῇ Συρίᾳ. ποῦ ἐν τῇ Συρίᾳ ἐστὶν ὁ οἶκος τοῦ Γρηγορίου; ἔστιν ἐν τῇ Ἀντιοχείᾳ.
ποῦ ἐστιν ὁ οἶκος τοῦ Τροχίλου; καὶ ὁ οἶκος τοῦ Τροχίλου ἐστὶν ἐν τῇ Συρίᾳ, ἐν τῇ Ἀντιοχείᾳ. οἱ οἶκοι τοῦ Γρηγορίου καὶ τοῦ Τροχίλου εἰσὶν ἐν τῇ Ἀντιοχείᾳ. οἱ οὖν οἶκοι τῆς Εὐγενίᾱς καὶ τῆς Κιλίσσης εἰσὶν ἐν τῇ Συρίᾳ.
ποῦ ἐν τῇ Ἀντιοχείᾳ ἐστὶν ὁ οἶκος τοῦ Τροχίλου; ὁ οἶκος τοῦ
Τροχίλου ἐστιν ἐν τῷ οἴκῳ τοῦ Γρηγορίου. ὁ γὰρ Τροχίλος ἐστιν
δοῦλος τοῦ Γρηγορίου.
ὁ μὲν οὖν Γρηγόριος ἐστιν κῡ́ριος, ὁ δὲ Τροχίλος δοῦλος.