οἶκος
οἶκός ἐστιν. ἄνθρωπος. ἄνθρωπός ἐστιν. οἶκος. καί. ἄνθρωπος.
ἆρα
ἆρα ἄνθρωπός ἐστιν;
ἔστιν ἄνθρωπος. ἆρα
ἆρα οἶκός ἐστιν;
ἔστιν οἶκος.
Ἀσίᾱ. ἡ Ἀσίᾱ.
Συρίᾱ.
ἡ Συρίᾱ.
ἡ Συρίᾱ ἐστὶν ἐν τῇ Ἀσίᾳ.
ἐν τῇ Ἀσίᾳ. ἆρα ἡ Συρίᾱ ἐν τῇ Ἀσίᾳ ἐστίν; ἔστιν. ἡ Συρίᾱ ἐστὶν ἐν
τῇ Ἀσίᾳ. Περσίς. ἡ Περσίς. καὶ ἡ Περσίς ἐστιν ἐν τῇ Ἀσίᾳ. ἡ Συρίᾱ
ἐστιν ἐν τῇ Ἀσίᾳ, καὶ ἡ Περσίς ἐν τῇ Ἀσίᾳ ἐστίν. καὶ ἡ Συρίᾱ καὶ ἡ
Περσίς ἐν τῇ Ἀσίᾳ εἰσίν. ἆρα ἡ Συρίᾱ καὶ ἡ Περσίς εἰσὶν ἐν τῇ
Ἀσίᾳ; ἐν τῇ Ἀσίᾳ εἰσι καὶ ἡ Συρίᾱ καὶ ἡ Περσίς.
ὁ ἄνθρωπος ἐστιν Γρηγόριος.
ἡ ἄνθρωπος ἐστιν Εὐγενίᾱ.
ἀνήρ γυνή ὁ ἄνθρωπος ἀνήρ ἐστιν. ἡ ἄνθρωπος γυνή ἐστιν. ὁ ἀνήρ
ἐστιν Γρηγόριος.
ἡ γυνή ἐστιν Εὐγενίᾱ.
εἷς ἄνθρωπος
δύο ἄνθρωποι
εἷς δύο εἷς καὶ εἷς ἐστι δύο
ὁ Γρηγόριός ἐστιν εἷς ἄνθρωπος. καὶ ἡ Εὐγενίᾱ ἐστὶν εἷς ἄνθρωπος.
ὁ Γρηγόριός ἐστιν εἷς ἀνήρ. καὶ ἡ Εὐγενίᾱ ἐστὶν μία γυνή. εἷς
ἀνήρ μία γυνή. εἷς
μία μία εἷς
εἷς ἀνὴρ καὶ μία γυνή εἰσιν δύο ἄνθρωποι. εἷς ἄνθρωπος ἐστιν δύο
ἄνθρωποί εἰσιν. ἐστιν
εἰσιν
ποῦ ἐστιν ἡ Συρίᾱ; ἐν τῇ Ἀσίᾳ. καὶ ποῦ ἐστιν ἡ Περσίς; ἡ Περσίς ἐν τῇ Ἀσίᾳ ἐστίν. ποῦ ἐστιν ἡ Αἴγυπτος; οὐκ ἐν τῇ Ἀσίᾳ, ἀλλὰ ἐν τῇ Λιβύῃ ἐστὶν ἡ Αἴγυπτος. ποῦ εἰσιν ἡ Συρίᾱ καὶ ἡ Περσίς; ἡ Συρίᾱ καὶ ἡ Περσίς εἰσιν ἐν τῇ Ἀσίᾳ. ἡ δὲ Αἴγυπτός ἐστιν ἐν τῇ Λιβύῃ.
ἆρα ἡ Αἴγυπτος ἐν τῇ Ἀσίᾳ ἐστίν; οὐχί, ἡ Αἴγυπτος οὐκ ἔστιν ἐν τῇ Ἀσίᾳ, ἀλλὰ ἐν τῇ Λιβύῃ.
ἆρα μὴ ἡ Συρίᾱ ἐν τῇ Λιβύῃ; οὐχί! ἡ Συρίᾱ οὐκ ἔστιν ἐν τῇ Λιβύῃ. ἐν δὲ τῇ Ἀσίᾳ ἡ Συρίᾱ.
ποῦ ἐστιν ἡ Γαλλίᾱ; ἆρα μὴ ἐν τῇ Ἀσίᾳ ἐστίν; οὐχί, οὐκ ἐν τῇ Ἀσίᾳ ἐστίν, ἀλλὰ ἐν τῇ Εὐρώπῃ ἐστίν. ἡ Γαλλίᾱ ἐστὶν ἐν τῇ Εὐρώπῃ, καὶ ἡ Συρίᾱ ἐστὶν ἐν τῇ Ἀσίᾳ.
ποῦ δὲ ἐστιν ἡ Ῑ̓ταλίᾱ; ἐν τῇ Ἀσίᾳ ἢ ἐν τῇ Εὐρώπῃ ἐστίν; ἡ Ῑ̓ταλίᾱ ἐστὶν ἐν τῇ Εὐρώπῃ. καὶ ἡ Γαλλίᾱ καὶ ἡ Ῑ̓ταλίᾱ εἰσὶν ἐν τῇ Εὐρώπῃ.
ἡ μὲν Ῑ̓ταλίᾱ καὶ ἡ Γαλλίᾱ εἰσὶν ἐν τῇ Εὐρώπῃ, ἡ δὲ Συρίᾱ καὶ ἡ Περσὶς ἐν τῇ Ἀσίᾳ, ἡ δὲ Αἴγυπτος ἐν τῇ Λιβύῃ ἐστίν.
ἆρα οὐκ ἐν τῇ Εὐρώπῃ ἡ Γαλλίᾱ ἐστίν; ναί, ἐν τῇ Εὐρώπῃ ἐστὶν ἡ Γαλλίᾱ. ἆρα οὐκ ἐν τῇ Ἀσίᾳ ἡ Περσίς ἐστιν; ναί, ἐν τῇ Ἀσίᾳ ἐστὶν ἡ Περσίς. ἆρα μὴ ἐν τῇ Λιβύῃ ἡ Ῑ̓ταλίᾱ ἐστίν; οὐχί, οὐκ ἐν τῇ Λιβύῃ ἐστιν ἡ Ῑ̓ταλίᾱ. ποῦ ἐστιν ἡ Ῑ̓ταλίᾱ; ἡ Ῑ̓ταλίᾱ ἐστὶν ἐν τῇ Εὐρώπῃ.
τί ἐστιν ἡ Συρίᾱ; καὶ τί ἐστιν ἡ Ῑ̓ταλίᾱ; ἆρα μὴ ἡ Συρίᾱ ἐστιν ἄνθρωπος; οὐχί, οὐκ ἔστιν ἄνθρωπος. ἆρα μὴ ἡ Ῑ̓ταλίᾱ ἐστὶν οἶκος; οὐχί, οὐκ ἔστιν οἶκος ἡ Ῑ̓ταλίᾱ. τί οὖν; ἡ Συρίᾱ ἐστὶν χώρᾱ. καὶ ἡ Ῑ̓ταλίᾱ ἐστὶν χώρᾱ. ἡ Συρίᾱ καὶ ἡ Ῑ̓ταλίᾱ εἰσὶν χῶραι. καὶ ἡ Αἴγυπτος καὶ ἡ Περσίς εἰσιν χῶραι.
ἡ Ἀλεξάνδρεια ἐστὶν πόλις. ἡ Ἀλεξάνδρειά ἐστιν ἐν τῇ Αἰγύπτῳ. ἡ Ἀλεξάνδρειά ἐστιν πόλις ἐν τῇ Λιβύῃ. καὶ ἡ Ῥώμη πόλις ἐστίν. ἡ Ῥώμη ἐστὶ πόλις οὐκ ἐν τῇ Αἰγύπτῳ, ἀλλὰ ἐν τῇ Ῑ̓ταλίᾳ. οὐ γὰρ ἐν τῇ Λιβύῃ ἐστιν ἡ Ῥώμη , ἀλλὰ ἐν τῇ Εὐρώπῃ. ποῦ ἐστιν ἡ Ἀλεξάνδρεια; ἐν τῇ Αἰγύπτῳ ἐστὶν ἡ Ἀλεξάνδρεια. ποῦ δὲ ἡ Ῥώμη ἐστίν; ἐν τῇ Ῑ̓ταλίᾳ ἐστὶν ἡ Ῥώμη. καὶ ἐν τῇ Συρίᾳ ἐστὶν πόλις. ἡ Ἀντιόχειά ἐστιν πόλις ἐν τῇ Συρίᾳ. ἆρα ἡ Ἀντιόχειά ἐστιν πόλις ἐν τῇ Λιβύῃ; οὐδαμῶς. ἆρα ἡ Ἀντιόχειά ἐστιν πόλις ἐν τῇ Εὐρώπῃ; οὐδαμῶς, ἀλλὰ ἐν τῇ Ἀσίᾳ ἐστὶν ἡ πόλις ἡ Ἀντιόχεια. καὶ ἡ Ῥώμη καὶ ἡ Ἀλεξάνδρειά εἰσιν πόλεις. ἆρα μὴ ἐν τῇ Ἀσίᾳ εἰσίν ἡ Ῥώμη καὶ ἡ Ἀλεξάνδρεια; οὐκ εἰσὶν ἐν τῇ Ἀσίᾳ. ἡ μὲν Ῥώμη ἐν τῇ Εὐρώπῃ, ἡ δὲ Ἀλεξάνδρεια ἐν τῇ Λιβύῃ ἐστίν. ποῦ ἐστιν ἡ Ἑλλάς; ἡ Ἑλλάς ἐστιν ἐν τῇ Εὐρώπῃ. ἆρα μὴ ἐν τῇ Ἀσίᾳ ἐστὶν ἡ Ἑλλάς; οὐχί, οὐκ ἔστιν ἐν τῇ Ἀσίᾳ, ἀλλὰ ἐν τῇ Εὐρώπῃ. τί ἐστιν ἡ Ἑλλάς; χώρᾱ ἐστίν. ἡ χώρᾱ ἡ Ἑλλάς ἐστιν ἐν τῇ Εὐρώπῃ. τίς πόλις ἐστὶν ἐν τῇ Ἑλλάδι; ἡ Σπάρτη ἐστὶ πόλις ἐν τῇ Ἑλλάδι. ἆρα ἡ Σπάρτη ἐν τῇ Λιβύῃ ἐστίν; οὐχί, ἀλλὰ ἐν τῇ Εὐρώπῃ ἐστίν, ἐν τῇ Ἑλλάδι. ἡ γὰρ Ἑλλάς ἐστιν ἐν τῇ Εὐρώπῃ. ἡ οὖν Σπάρτη ἐν τῇ Εὐρώπῃ ἐστίν. ἆρα μὴ ἡ Ἑλλάς ἐστιν πόλις; οὐκ ἔστιν πόλις, ἀλλὰ χώρᾱ ἐστίν. ἆρα μὴ ἡ Ἀντιόχεια χώρᾱ ἐστίν; οὐ χώρᾱ, ἀλλὰ πόλις ἡ Ἀντιόχεια. τί ἐστιν ἡ Ῥώμη; πόλις ἡ Ῥώμη ἐστίν. ποῦ ἐστιν; ἐν τῇ Ῑ̓ταλίᾳ ἐστίν ἡ πόλις ἡ Ῥώμη. ἆρα οὐκ ἐν τῇ Εὐρώπῃ ἡ Ῥώμη; ναί, ἐν τῇ Εὐρώπῃ ἐστὶν ἡ Ῥώμη. ἡ Ῥώμη, καὶ ἡ Ἀντιόχεια, καὶ ἡ Ἀλεξάνδρεια, καὶ ἡ Σπάρτη εἰσὶν τέσσαρες πόλεις. ἡ Ἑλλὰς καὶ ἡ Ῑ̓ταλίᾱ καὶ ἡ Αἴγυπτος καὶ ἡ Συρίᾱ εἰσὶν τέσσαρες χῶραι.
ἰδού, ὁ ἀνὴρ ὁ Γρηγόριος. ποῦ ἐστιν ὁ Γρηγόριος; ἆρά ἐστιν ὁ Γρηγόριος ἐν τῇ Λιβύῃ; οὐκ ἔστιν ἐν τῇ Λιβύῃ. ποῦ οὖν ἐστιν ὁ Γρηγόριος; ἆρα ὁ Γρηγόριός ἐστιν ἐν τῇ Εὐρώπῃ; οὐδὲ ἐν τῇ Εὐρώπῃ ἐστίν. ποῦ οὖν; ὁ Γρηγόριός ἐστιν ἐν τῇ Ἀσίᾳ. ποῦ ἡ Εὐγενίᾱ ἐστίν; ἆρα οὐχ ἡ Εὐγενίᾱ ἐστὶν ἐν τῇ Ἀσίᾳ; ναί, ἐν τῇ Ἀσίᾳ ἡ Εὐγενίᾱ ἐστίν. ἡ γὰρ Εὐγενίᾱ ἐστιν γυνὴ τοῦ Γρηγορίου. ἀλλὰ, ποῦ εἰσιν καὶ ὁ Γρηγόριος καὶ ἡ Εὐγενίᾱ ἐν τῇ Ἀσίᾳ; ἆρά εἰσιν ἐν τῇ Περσίδι; οὐκ εἰσὶν ἐν τῇ Περσίδι, ἀλλὰ ἐν τῇ Συρίᾳ. τίς πόλις ἐν τῇ Συρίᾳ ἐστίν; ἡ Ἀντιόχειά ἐστιν ἐν τῇ Συρίᾳ. καὶ ὁ Γρηγόριος καὶ ἡ Εὐγενίᾱ εἰσὶν ἐν τῇ Ἀντιοχείᾳ. εἷς ἀνήρ, ὁ Γρηγόριος, καὶ μία γυνή, ἡ Εὐγενίᾱ, ἐν τῇ πόλει, τῇ Ἀντιοχείᾳ, εἰσίν. καὶ ὁ οἶκος τοῦ Γρηγορίου ἐστὶν ἐν τῇ Ἀντιοχείᾳ. ὁ οἶκος τοῦ Γρηγορίου καί ἐστιν ὁ οἶκος τῆς Εὐγενίᾱς. ὁ οὖν Γρηγόριος καὶ ἡ Εὐγενίᾱ εἰσὶν ἐν τῷ οἴκῳ, ἐν τῇ Ἀντιοχείᾳ, ἐν τῇ Συρίᾳ, ἐν τῇ Ἀσίᾳ.